Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΜΑΤΘΑΙΟΝ 20

Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 1⸂Καὶ συμφωνήσας⸃ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ ἐξελθὼν περὶ 2⸆ τρίτην ὥραν, εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· καὶ ἐκείνοις εἶπεν, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. Οἱ δὲ ἀπῆλθον. Πάλιν 3⸆ ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν, ἐποίησεν ὡσαύτως. Περὶ δὲ τὴν ἑνδεκάτην 4⸋ὥραν⸌ ἐξελθών, εὗρεν ἄλλους ἑστῶτας 5⸋2ἀργούς,⸌ καὶ λέγει αὐτοῖς, Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Λέγουσιν αὐτῷ, Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, 6⸋καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.⸌ Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, Κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος 7⸋αὐτοῖς⸌ τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. 8⸂Καὶ ἐλθόντες⸃ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 9⸂Ἐλθόντες δὲ⸃ οἱ πρῶτοι ἐνόμισαν ὅτι 10⸂2πλείονα⸃ λήψονται· καὶ ἔλαβον 11⸂3καὶ αὐτοὶ ἀνὰ δηνάριον.⸃ Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, λέγοντες 12⸋ὅτι⸌ Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους 13⸉ἡμῖν αὐτοὺς⸊ ἐποίησας, τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. Ὁ δὲ ἀποκριθεὶς 14⸉εἶπεν ἑνὶ αὐτῶν,⸊ Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; Ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. 15⸋Ἢ⸌ οὐκ ἔξεστίν μοι 16⸉ποιῆσαι ὃ θέλω⸊ ἐν τοῖς ἐμοῖς; 17⸂Εἰ⸃ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· 18⸋πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.⸌ 19⸂Καὶ ἀναβαίνων⸃ 20⸋ὁ⸌ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα 21⸋2μαθητὰς⸌ κατ᾽ ἰδίαν 22⸂2ἐν τῇ ὁδῷ, καὶ⸃ εἶπεν αὐτοῖς, Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν· καὶ κατακρινοῦσιν αὐτὸν 23⸂θανάτῳ,⸃ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι· καὶ τῇ τρίτῃ ἡμέρᾳ 24⸂ἀναστήσεται.⸃

Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι 25⸂παρ᾽⸃ αὐτοῦ. Ὁ δὲ εἶπεν αὐτῇ, Τί θέλεις; Λέγει αὐτῷ, Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν 26⸋σου,⸌ καὶ εἷς ἐξ εὐωνύμων 27⸋2σου,⸌ ἐν τῇ βασιλείᾳ σου. 28⸉Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν,⸊ Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, 29⸂ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;⸃ Λέγουσιν αὐτῷ, Δυνάμεθα. 30⸋Καὶ⸌ λέγει αὐτοῖς, Τὸ μὲν ποτήριόν μου πίεσθε, 31⸋2καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·⸌ τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων 32⸋3μου,⸌ οὐκ ἔστιν ἐμὸν 33⸆ δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτως 34⸋δὲ⸌ 35⸂ἔσται⸃ 36⸋2ἐν⸌ ὑμῖν· ἀλλ᾽ ὃς 37⸂2ἐὰν⸃ θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι 38⸂3ἔσται⸃ ὑμῶν διάκονος· καὶ ὃς 39⸂ἐὰν⸃ θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος 40⸂2ἔστω⸃ ὑμῶν δοῦλος· ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν, λέγοντες, 41⸉Ἐλέησον ἡμᾶς, κύριε,⸊ 42⸂υἱὸς⸃ Δαυίδ. Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν. Οἱ δὲ μεῖζον ἔκραζον, λέγοντες, 43⸉Ἐλέησον ἡμᾶς, κύριε,⸊ 44⸂υἱὸς⸃ Δαυίδ. Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτούς, καὶ εἶπεν, Τί θέλετε ποιήσω ὑμῖν; Λέγουσιν αὐτῷ, Κύριε, ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί. Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν 45⸂ὀφθαλμῶν⸃ αὐτῶν· καὶ εὐθέως ἀνέβλεψαν 46⸋αὐτῶν οἱ ὀφθαλμοί,⸌ καὶ ἠκολούθησαν αὐτῷ.

Source notes (46)
  1. Footnote * ⸂ Καὶ συμφωνήσας RP f 35 ¦ Συμφωνήσας δὲ TR TNT2 WH NA NIV SBL
  2. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τήν TR
  3. Footnote * ⸆ – RP f 35 TR NIV SBL ¦ δὲ TNT2 WH NA
  4. Footnote * ⸋ ὥραν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  5. Footnote * ⸋2 ἀργούς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  6. Footnote * ⸋ καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  7. Footnote * ⸋ αὐτοῖς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  8. Footnote * ⸂ Καὶ ἐλθόντες RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Ἐλθόντες δὲ WH NA25
  9. Footnote * ⸂ Ἐλθόντες δὲ RP f 35 TR ¦ Καὶ ἐλθόντες TNT2 WH NA NIV SBL
  10. Footnote * ⸂2 πλείονα RP f 35 TR ¦ πλεῖον TNT2 WH NA NIV SBL
  11. Footnote * ⸂3 καὶ αὐτοὶ ἀνὰ δηνάριον RP f 35 TR ¦ τὸ ἀνὰ δηνάριον καὶ αὐτοί TNT2 WH NA NIV73 SBL ¦ ἀνὰ δηνάριον καὶ αὐτοί NIV11
  12. Footnote * ⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  13. Footnote * ⸉ ἡμῖν αὐτοὺς RP f 35 TR TNT2 NA27+28 NIV ¦ αὐτοὺς ἡμῖν WH NA25 SBL
  14. Footnote * ⸉ εἶπεν ἑνὶ αὐτῶν RP f 35 TR TNT2 ¦ ἑνὶ αὐτῶν εἶπεν WH NA NIV SBL
  15. Footnote * ⸋ Ἢ RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL
  16. Footnote * ⸉ ποιῆσαι ὃ θέλω RP f 35 TR ¦ ὃ θέλω ποιῆσαι TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂ Εἰ RP f 35 TR ¦ Ἢ TNT2 WH NA NIV SBL
  18. Footnote * ⸋ πολλοὶ … ἐκλεκτοί. RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  19. Footnote * ⸂ Καὶ ἀναβαίνων RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Μέλλων δὲ ἀναβαίνειν WH NA25
  20. Footnote * ⸋ ὁ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  21. Footnote * ⸋2 μαθητὰς RP f 35 TR WH NA27+28 NIV73 SBL ¦ – TNT2 NA25 NIV11
  22. Footnote * ⸂2 ἐν τῇ ὁδῷ καὶ RP f 35 TR ¦ καὶ ἐν τῇ ὁδῷ TNT2 WH NA NIV11 SBL ¦ καὶ NIV73
  23. Footnote * ⸂ θανάτῳ RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ εἰς θάνατον NA25
  24. Footnote * ⸂ ἀναστήσεται RP f 35 TR ¦ ἐγερθήσεται TNT2 WH NA NIV SBL
  25. Footnote * ⸂ παρ᾽ RP f 35 TR SBL ¦ ἀπ᾽ TNT2 WH NA NIV
  26. Footnote * ⸋ σου RP f 35 TNT2 NA27+28 NIV SBL ¦ – TR WH NA25
  27. Footnote * ⸋2 σου RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
  28. Footnote * ⸉ Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἀποκριθεὶς ὁ δὲ Ἰησοῦς εἶπεν TR
  29. Footnote * ⸂ ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι RP f 35 ¦ καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι TR ¦ – TNT2 WH NA NIV SBL
  30. Footnote * ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  31. Footnote * ⸋2 καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  32. Footnote * ⸋3 μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  33. Footnote * ⸆ – RP f 35 TR TNT2 WH NIV SBL ¦ τοῦτο NA
  34. Footnote * ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  35. Footnote * ⸂ ἔσται RP f 35 TR NA27+28 NIV SBL ¦ ἐστὶν TNT2 WH NA25
  36. Footnote * ⸋2 ἐν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  37. Footnote * ⸂2 ἐὰν RP f 35 TR NA NIV ¦ ἂν TNT2 WH SBL
  38. Footnote * ⸂3 ἔσται RP f 35 TNT2 WH NA NIV SBL ¦ ἔστω TR
  39. Footnote * ⸂ ἐὰν RP f 35 TR ¦ ἂν TNT2 WH NA NIV SBL
  40. Footnote * ⸂2 ἔστω RP TR ¦ ἔσται f 35 TNT2 WH NA NIV SBL
  41. Footnote * ⸉ Ἐλέησον ἡμᾶς, κύριε RP f 35 TR NA27+28 NIV11 ¦ Κύριε, ἐλέησον ἡμᾶς TNT2 WH NA25 NIV73 SBL
  42. Footnote * ⸂ υἱὸς RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ υἱὲ NIV73
  43. Footnote * ⸉ Ἐλέησον ἡμᾶς, κύριε RP f 35 TR NA27+28 NIV11 ¦ Κύριε, ἐλέησον ἡμᾶς TNT2 WH NA25 NIV73 SBL
  44. Footnote * ⸂ υἱὸς RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ υἱὲ NIV73
  45. Footnote * ⸂ ὀφθαλμῶν RP f 35 TR ¦ ὀμμάτων TNT2 WH NA NIV SBL
  46. Footnote * ⸋ αὐτῶν οἱ ὀφθαλμοί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.