Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΛΟΥΚΑΝ 8

Καὶ ἐγένετο ἐν τῷ καθεξῆς, καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ· καὶ οἱ δώδεκα σὺν αὐτῷ, καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ᾽ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ Σουσάννα, καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν 1⸂αὐτοῖς⸃ 2⸂2ἀπὸ⸃ τῶν ὑπαρχόντων αὐταῖς.

Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτόν, εἶπεν διὰ παραβολῆς, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἐν τῷ σπείρειν αὐτόν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. Καὶ ἕτερον 3⸂ἔπεσεν⸃ ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα. Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. Καὶ ἕτερον ἔπεσεν 4⸂εἰς⸃ τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. Ταῦτα λέγων ἐφώνει, Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, 5⸋λέγοντες,⸌ Τίς 6⸉εἴη ἡ παραβολὴ αὕτη;⸊ Ὁ δὲ εἶπεν, Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ· τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν, καὶ ἀκούοντες μὴ συνιῶσιν. Ἔστιν δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ. Οἱ δὲ παρὰ τὴν ὁδὸν εἰσὶν οἱ 7⸂ἀκούοντες,⸃ εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσιν, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσιν. Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον κατέχουσιν, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ. 8

⸆ Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾽ ἐπὶ λυχνίας 9⸂ἐπιτίθησιν,⸃ ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς. Οὐ γάρ ἐστιν κρυπτόν, ὃ οὐ φανερὸν γενήσεται· οὐδὲ ἀπόκρυφον, ὃ οὐ 10⸂γνωσθήσεται⸃ καὶ εἰς φανερὸν ἔλθῃ. Βλέπετε οὖν πῶς ἀκούετε· 11⸂ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς ἐὰν μὴ ἔχῃ,⸃ καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ. 12

⸂Παρεγένοντο⸃ δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 13⸂Καὶ ἀπηγγέλη⸃ αὐτῷ, 14⸋λεγόντων,⸌ Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν 15⸉σε θέλοντες.⸊ Ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες 16⸋αὐτόν.⸌ 17

⸂Καὶ ἐγένετο⸃ ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς, Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης. Καὶ ἀνήχθησαν. Πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν· καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο, καὶ ἐκινδύνευον. 18⸂Προσελθόντες δὲ⸃ διήγειραν αὐτόν, λέγοντες, Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. Ὁ δὲ 19⸂2ἐγερθεὶς⸃ ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. Εἶπεν δὲ αὐτοῖς, Ποῦ 20⸋ἐστιν⸌ ἡ πίστις ὑμῶν; Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;

Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν 21⸂Γαδαρηνῶν,⸃ ἥτις ἐστὶν ἀντιπέραν τῆς Γαλιλαίας. Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν 22⸋αὐτῷ⸌ ἀνήρ τις ἐκ τῆς πόλεως, 23⸂ὃς εἶχεν⸃ δαιμόνια 24⸂2ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο,⸃ καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾽ ἐν τοῖς μνήμασιν. Ἰδὼν δὲ τὸν Ἰησοῦν, 25⸋καὶ⸌ ἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπεν, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς. 26⸂Παρήγγειλεν⸃ γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο 27⸂2ὑπὸ⸃ τοῦ 28⸂3δαίμονος⸃ εἰς τὰς ἐρήμους. Ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς, 29⸋λέγων,⸌ Τί σοι 30⸉ἐστὶν ὄνομα;⸊ Ὁ δὲ εἶπεν, Λεγεών· ὅτι 31⸉2δαιμόνια πολλὰ εἰσῆλθεν⸊ εἰς αὐτόν. Καὶ 32⸂παρεκάλει⸃ αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν 33⸂βοσκομένων⸃ ἐν τῷ ὄρει· καὶ 34⸂2παρεκάλουν⸃ αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. Καὶ ἐπέτρεψεν αὐτοῖς. Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου 35⸂εἰσῆλθον⸃ εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη. Ἰδόντες δὲ οἱ βόσκοντες τὸ 36⸂γεγενημένον⸃ ἔφυγον, καὶ 37⸆ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός· καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾽ οὗ τὰ δαιμόνια 38⸂ἐξεληλύθει,⸃ ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐφοβήθησαν. Ἀπήγγειλαν δὲ αὐτοῖς 39⸋καὶ⸌ οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. Καὶ 40⸂ἠρώτησαν⸃ αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾽ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς 41⸋τὸ⸌ πλοῖον ὑπέστρεψεν. Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ᾽ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. Ἀπέλυσεν δὲ αὐτὸν 42⸋ὁ Ἰησοῦς⸌ λέγων, Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα 43⸉ἐποίησέν σοι⸊ ὁ θεός. Καὶ ἀπῆλθεν, καθ᾽ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς. 44

⸂Ἐγένετο δὲ ἐν⸃ τῷ 45⸂2ὑποστρέψαι⸃ τὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὁ ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. Καὶ ἰδού, ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ 46⸂αὐτὸς⸃ ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας 47⸋τοῦ⸌ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ· ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ 48⸂αὕτη⸃ ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.

Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις 49⸂ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον⸃ οὐκ ἴσχυσεν 50⸂2ὑπ᾽⸃ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. Καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος 51⸂καὶ οἱ μετ᾽ αὐτοῦ,⸃ Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν, 52⸋καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου;⸌ Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν 53⸂ἐξελθοῦσαν⸃ ἀπ᾽ ἐμοῦ. Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν, καὶ προσπεσοῦσα αὐτῷ, δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν 54⸋αὐτῷ⸌ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ δὲ εἶπεν αὐτῇ, 55⸋Θάρσει,⸌ 56⸂θύγατερ,⸃ ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων 57⸋αὐτῷ⸌ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· 58⸂μὴ⸃ σκύλλε τὸν διδάσκαλον. Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, 59⸋λέγων,⸌ Μὴ φοβοῦ. Μόνον 60⸂πίστευε,⸃ καὶ σωθήσεται. 61⸂Ἐλθὼν⸃ δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν 62⸂2οὐδένα,⸃ 63⸆ εἰ μὴ Πέτρον καὶ 64⸉Ἰωάννην καὶ Ἰάκωβον,⸊ καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. Ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπεν, Μὴ κλαίετε· 65⸂οὐκ⸃ ἀπέθανεν, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. Αὐτὸς δὲ 66⸋ἐκβαλὼν ἔξω πάντας, καὶ⸌ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησεν λέγων, Ἡ παῖς, ἐγείρου. Καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα· καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

Source notes (66)
  1. Footnote * ⸂ αὐτοῖς RP TNT2 WH NA NIV SBL ¦ αὐτῷ f 35 TR
  2. Footnote * ⸂2 ἀπὸ RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂ ἔπεσεν RP f 35 TR ¦ κατέπεσεν TNT2 WH NA NIV SBL
  4. Footnote * ⸂ εἰς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπὶ TR
  5. Footnote * ⸋ λέγοντες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  6. Footnote * ⸉ εἴη ἡ παραβολὴ αὕτη RP f 35 TR TNT2 ¦ αὕτη εἴη ἡ παραβολή WH NA NIV SBL
  7. Footnote * ⸂ ἀκούοντες RP f 35 TR ¦ ἀκούσαντες TNT2 WH NA NIV SBL
  8. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ Ταῦτα λέγων ἐφώνει, Ὁ ἔχων ὦτα ακούειν, ἀκουέτω. f 35
  9. Footnote * ⸂ ἐπιτίθησιν RP f 35 TR ¦ τίθησιν TNT2 WH NA NIV SBL
  10. Footnote * ⸂ γνωσθήσεται RP f 35 TR ¦ μὴ γνωσθῇ TNT2 WH NA NIV SBL
  11. Footnote * ⸂ ὃς γὰρ ἐὰν ἔχῃ … καὶ ὃς ἐὰν μὴ ἔχῃ RP f 35 ¦ ὃς γὰρ ἂν ἔχῃ … καὶ ὃς ἂν μὴ ἔχῃ TR ¦ ὃς ἂν γὰρ ἔχῃ … καὶ ὃς ἂν μὴ ἔχῃ TNT2 WH NA NIV SBL
  12. Footnote * ⸂ Παρεγένοντο RP f 35 TR ¦ Παρεγένετο TNT2 WH NA NIV SBL
  13. Footnote * ⸂ Καὶ ἀπηγγέλη RP f 35 TR ¦ Ἀπηγγέλη δὲ TNT2 WH NA NIV SBL
  14. Footnote * ⸋ λεγόντων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  15. Footnote * ⸉ σε θέλοντες RP f 35 TR SBL ¦ θέλοντες σε TNT2 WH NA NIV
  16. Footnote * ⸋ αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂ Καὶ ἐγένετο RP f 35 TR ¦ Ἐγένετο δὲ TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂ Προσελθόντες δὲ RP TR TNT2 WH NA NIV SBL ¦ Καὶ προσελθόντες f 35
  19. Footnote * ⸂2 ἐγερθεὶς RP f 35 TR ¦ διεγερθεὶς TNT2 WH NA NIV SBL
  20. Footnote * ⸋ ἐστιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂ Γαδαρηνῶν RP f 35 TR ¦ Γερασηνῶν TNT2 WH NA NIV SBL
  22. Footnote * ⸋ αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  23. Footnote * ⸂ ὃς εἶχεν RP f 35 TNT2 ¦ ὃς εἶχε TR ¦ ἔχων WH NA NIV SBL
  24. Footnote * ⸂2 ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο RP f 35 TR ¦ καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον TNT2 WH NA NIV SBL
  25. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  26. Footnote * ⸂ Παρήγγειλεν RP f 35 NA27+28 NIV ¦ Παρήγγελλε TR ¦ Παρήγγελλεν TNT2 WH NA25 SBL
  27. Footnote * ⸂2 ὑπὸ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἀπὸ WH NA25
  28. Footnote * ⸂3 δαίμονος RP f 35 TR ¦ δαιμονίου TNT2 WH NA NIV SBL
  29. Footnote * ⸋ λέγων RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  30. Footnote * ⸉ ἐστὶν ὄνομα RP f 35 TR ¦ ὄνομά ἐστὶν TNT2 WH NA NIV SBL
  31. Footnote * ⸉2 δαιμόνια πολλὰ εἰσῆλθεν RP f 35 TR TNT2 ¦ εἰσῆλθεν δαιμόνια πολλὰ WH NA NIV SBL
  32. Footnote * ⸂ παρεκάλει RP f 35 TR ¦ παρεκάλουν TNT2 WH NA NIV SBL
  33. Footnote * ⸂ βοσκομένων RP f 35 TR TNT2 ¦ βοσκομένη WH NA NIV SBL
  34. Footnote * ⸂2 παρεκάλουν RP f 35 TR ¦ παρεκάλεσαν TNT2 WH NA NIV SBL
  35. Footnote * ⸂ εἰσῆλθον RP f 35 TNT2 WH NA NIV SBL ¦ εἰσῆλθεν TR
  36. Footnote * ⸂ γεγενημένον RP f 35 TR ¦ γεγονὸς TNT2 WH NA NIV SBL
  37. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀπελθόντες TR
  38. Footnote * ⸂ ἐξεληλύθει RP f 35 TR TNT2 ¦ ἐξῆλθεν WH NA NIV SBL
  39. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  40. Footnote * ⸂ ἠρώτησαν RP f 35 TR ¦ ἠρώτησεν TNT2 WH NA NIV SBL
  41. Footnote * ⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  42. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  43. Footnote * ⸉ ἐποίησέν σοι RP f 35 ¦ ἐποίησέ σοι TR ¦ σοι ἐποίησέν TNT2 WH NA NIV SBL
  44. Footnote * ⸂ Ἐγένετο δὲ ἐν RP f 35 TR ¦ Ἐν δὲ TNT2 WH NA NIV SBL
  45. Footnote * ⸂2 ὑποστρέψαι RP f 35 TR TNT2 ¦ ὑποστρέφειν WH NA NIV SBL
  46. Footnote * ⸂ αὐτὸς RP f 35 TR ¦ οὗτος TNT2 WH NA NIV SBL
  47. Footnote * ⸋ τοῦ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  48. Footnote * ⸂ αὕτη RP f 35 TNT2 NA25 ¦ αὐτὴ TR WH NA27+28 NIV SBL
  49. Footnote * ⸂ ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον RP f 35 TNT2 NA27+28 SBL ¦ εἰς ἰατρούς προσαναλώσασα ὅλον τὸν βίον TR ¦ – WH NA25 NIV
  50. Footnote * ⸂2 ὑπ᾽ RP f 35 TR ¦ ἀπ᾽ TNT2 WH NA NIV SBL
  51. Footnote * ⸂ καὶ οἱ μετ᾽ αὐτοῦ RP f 35 TR ¦ καὶ οἱ σὺν αὐτῷ TNT2 ¦ – WH NA NIV SBL
  52. Footnote * ⸋ καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  53. Footnote * ⸂ ἐξελθοῦσαν RP f 35 TR ¦ ἐξεληλυθυῖαν TNT2 WH NA NIV SBL
  54. Footnote * ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  55. Footnote * ⸋ Θάρσει RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  56. Footnote * ⸂ θύγατερ RP f 35 TR ¦ θυγάτηρ TNT2 WH NA NIV SBL
  57. Footnote * ⸋ αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  58. Footnote * ⸂ μὴ RP f 35 TR ¦ μηκέτι TNT2 WH NA NIV SBL
  59. Footnote * ⸋ λέγων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  60. Footnote * ⸂ πίστευε RP f 35 TR ¦ πίστευσον TNT2 WH NA NIV SBL
  61. Footnote * ⸂ Ἐλθὼν RP f 35 TNT2 WH NA NIV SBL ¦ Εἰσελθὼν TR
  62. Footnote * ⸂2 οὐδένα RP f 35 TR ¦ τινα TNT2 WH NA NIV SBL
  63. Footnote * ⸆ – RP f 35 TR ¦ σὺν αὐτῷ TNT2 WH NA NIV SBL
  64. Footnote * ⸉ Ἰωάννην καὶ Ἰάκωβον RP f 35 NA NIV SBL ¦ Ἰάκωβον καὶ Ἰωάννην TR ¦ Ἰωάνην καὶ Ἰάκωβον TNT2 WH
  65. Footnote * ⸂ οὐκ RP f 35 TR NA25 ¦ οὐ γὰρ TNT2 WH NA27+28 NIV SBL
  66. Footnote * ⸋ ἐκβαλὼν ἔξω πάντας, καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.