Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΛΟΥΚΑΝ 15

Ἦσαν δὲ 1⸉ἐγγίζοντες αὐτῷ⸊ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοί, ἀκούειν αὐτοῦ. Καὶ διεγόγγυζον οἱ 2⸆ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς.

Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην, λέγων, Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ 3⸂ἀπολέσας⸃ 4⸉ἓν ἐξ αὐτῶν,⸊ οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, ἕως εὕρῃ αὐτό; Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους 5⸂ἑαυτοῦ⸃ χαίρων. Καὶ ἐλθὼν εἰς τὸν οἶκον, συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. Λέγω ὑμῖν ὅτι οὕτως χαρὰ 6⸉ἔσται ἐν τῷ οὐρανῷ⸊ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.

Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς ἕως 7⸂ὅτου⸃ εὕρῃ; Καὶ εὑροῦσα 8⸂συγκαλεῖται⸃ 9⸂2τὰς φίλας καὶ τὰς γείτονας,⸃ λέγουσα, Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. Οὕτως, λέγω ὑμῖν, 10⸉χαρὰ γίνεται⸊ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.

Εἶπεν δέ, Ἄνθρωπός τις εἶχεν δύο υἱούς· καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. 11⸂Καὶ⸃ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν 12⸂ἅπαντα⸃ ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως. Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς 13⸂ἰσχυρὸς⸃ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης· καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. Καὶ ἐπεθύμει 14⸂γεμίσαι τὴν κοιλίαν αὐτοῦ⸃ 15⸂2ἀπὸ⸃ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ ἐλθὼν 16⸂εἶπεν,⸃ Πόσοι μίσθιοι τοῦ πατρός μου 17⸂2περισσεύουσιν⸃ ἄρτων, ἐγὼ δὲ 18⸂3λιμῷ⸃ ἀπόλλυμαι· ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· 19⸋καὶ⸌ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα 20⸂ἑαυτοῦ.⸃ Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. Εἶπεν δὲ 21⸉αὐτῷ ὁ υἱός,⸊ Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, 22⸋καὶ⸌ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. 23⸆ Εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, 24⸆ Ἐξενέγκατε 25⸋τὴν⸌ στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας· καὶ 26⸂ἐνέγκαντες⸃ τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν· ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησεν· 27⸋καὶ⸌ 28⸉ἀπολωλὼς ἦν,⸊ καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι. Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν. Καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων, 29⸆ ἐπυνθάνετο τί 30⸆2 εἴη ταῦτα. Ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει· καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. Ὠργίσθη δέ, καὶ οὐκ ἤθελεν εἰσελθεῖν· ὁ 31⸂οὖν⸃ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρί, 32⸆ Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ. Ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ 33⸆ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ 34⸂τὸν μόσχον τὸν σιτευτόν.⸃ Ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν. Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει· ὅτι ὁ ἀδελφός σου οὗτος 35⸂νεκρὸς ἦν, καὶ 36⸂2ἀνέζησεν·⸃ καὶ ἀπολωλὼς ἦν,⸃ καὶ εὑρέθη.

Source notes (36)
  1. Footnote * ⸉ ἐγγίζοντες αὐτῷ RP f 35 TR ¦ αὐτῷ ἐγγίζοντες TNT2 WH NA NIV SBL
  2. Footnote * ⸆ – RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂ ἀπολέσας RP f 35 TR WH NA NIV SBL ¦ ἀπολέσῃ TNT2
  4. Footnote * ⸉ ἓν ἐξ αὐτῶν RP f 35 TR ¦ ἐξ αὐτῶν ἓν TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂ ἑαυτοῦ RP TR ¦ αὐτοῦ f 35 TNT2 WH NA NIV SBL
  6. Footnote * ⸉ ἔσται ἐν τῷ οὐρανῷ RP f 35 TR TNT2 ¦ ἐν τῷ οὐρανῷ ἔσται WH NA NIV SBL
  7. Footnote * ⸂ ὅτου RP f 35 TR ¦ οὗ TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂ συγκαλεῖται RP f 35 TR TNT2 ¦ συνκαλεῖ WH ¦ συγκαλεῖ NA NIV SBL
  9. Footnote * ⸂2 τὰς φίλας καὶ τὰς γείτονας RP f 35 TR ¦ τὰς φίλας καὶ γείτονας TNT2 WH NA NIV SBL
  10. Footnote * ⸉ χαρὰ γίνεται RP f 35 TR ¦ γίνεται χαρὰ TNT2 WH NA NIV SBL
  11. Footnote * ⸂ Καὶ RP f 35 TR ¦ Ὁ δὲ TNT2 WH NA NIV SBL
  12. Footnote * ⸂ ἅπαντα RP f 35 TR ¦ πάντα TNT2 WH NA NIV SBL
  13. Footnote * ⸂ ἰσχυρὸς RP f 35 TR ¦ ἰσχυρὰ TNT2 WH NA NIV SBL
  14. Footnote * ⸂ γεμίσαι τὴν κοιλίαν αὐτοῦ RP f 35 TR TNT2 NA25 NIV SBL ¦ χορτασθῆναι WH NA27+28
  15. Footnote * ⸂2 ἀπὸ RP f 35 TR TNT2 SBL ¦ ἐκ WH NA NIV
  16. Footnote * ⸂ εἶπεν RP f 35 TNT2 ¦ εἶπε TR ¦ ἔφη WH NA NIV SBL
  17. Footnote * ⸂2 περισσεύουσιν RP f 35 TR ¦ περισσεύονται TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂3 λιμῷ RP f 35 TR ¦ ὧδε λιμῷ TNT2 ¦ λιμῷ ὧδε WH NA NIV SBL
  19. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  20. Footnote * ⸂ ἑαυτοῦ f 35 TR WH NA NIV SBL ¦ αὐτοῦ RP TNT2
  21. Footnote * ⸉ αὐτῷ ὁ υἱός RP f 35 TR TNT2 ¦ ὁ υἱὸς αὐτῷ WH NA NIV SBL
  22. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  23. Footnote * ⸆ – RP f 35 TR TNT2 NA NIV SBL ¦ ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. WH
  24. Footnote * ⸆ – RP f 35 TR ¦ Ταχὺ TNT2 WH NA NIV SBL
  25. Footnote * ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  26. Footnote * ⸂ ἐνέγκαντες RP f 35 TR ¦ φέρετε TNT2 WH NA NIV SBL
  27. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  28. Footnote * ⸉ ἀπολωλὼς ἦν RP f 35 TR ¦ ἦν ἀπολωλὼς TNT2 WH NA NIV SBL
  29. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῦ TR
  30. Footnote * ⸆2 – RP f 35 TR ¦ ἂν TNT2 WH NA NIV SBL
  31. Footnote * ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
  32. Footnote * ⸆ – RP f 35 TR NA25 ¦ αὐτοῦ TNT2 WH NA27+28 NIV SBL
  33. Footnote * ⸆ – RP f 35 TR WH NA NIV SBL ¦ τῶν TNT2
  34. Footnote * ⸂ τὸν μόσχον τὸν σιτευτόν RP f 35 TR ¦ τὸν σιτευτὸν μόσχον TNT2 WH NA NIV SBL
  35. Footnote * ⸂ νεκρὸς ἦν … καὶ ἀπολωλὼς ἦν RP f 35 TR ¦ νεκρὸς ἦν … καὶ ἀπολωλὼς TNT2 WH NA NIV SBL
  36. Footnote * ⸂2 ἀνέζησεν RP f 35 NIV73 ¦ ἀνέζησε TR ¦ ἔζησεν TNT2 WH NA NIV11 SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.