Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΛΟΥΚΑΝ 10

Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος 1⸋καὶ⸌ ἑτέρους 2⸂ἑβδομήκοντα,⸃ καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο 3⸆ πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι. Ἔλεγεν 4⸂οὖν⸃ πρὸς αὐτούς, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως 5⸂2ἐκβάλῃ ἐργάτας⸃ εἰς τὸν θερισμὸν αὐτοῦ. Ὑπάγετε· ἰδού, 6⸋ἐγὼ⸌ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. Μὴ βαστάζετε βαλάντιον, 7⸂μὴ πήραν, μηδὲ ὑποδήματα·⸃ καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. Εἰς ἣν δ᾽ ἂν 8⸂οἰκίαν εἰσέρχησθε,⸃ πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν 9⸆ 10⸉ᾖ ἐκεῖ⸊ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾽ ὑμᾶς ἀνακάμψει. Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ 11⸂ἐστίν.⸃ Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. Καὶ εἰς ἣν 12⸆ ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, Ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. Εἰς ἣν δ᾽ ἂν πόλιν 13⸂εἰσέρχησθε,⸃ καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε, Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν 14⸆ ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν 15⸋ἐφ᾽ ὑμᾶς⸌ ἡ βασιλεία τοῦ θεοῦ. Λέγω 16⸆ ὑμῖν, ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται, ἢ τῇ πόλει ἐκείνῃ. Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι 17⸂ἐγένοντο⸃ αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ 18⸂2καθήμεναι⸃ μετενόησαν. Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει, ἢ ὑμῖν. Καὶ σύ, Καπερναούμ, 19⸂ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα,⸃ ἕως 20⸆ ᾍδου καταβιβασθήσῃ. Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.

Ὑπέστρεψαν δὲ οἱ 21⸂ἑβδομήκοντα⸃ μετὰ χαρᾶς, λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπεν δὲ αὐτοῖς, Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδού, 22⸂δίδωμι⸃ ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ 23⸂2ἀδικήσῃ.⸃ Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ 24⸆ ὅτι τὰ ὀνόματα ὑμῶν 25⸂ἐγράφη⸃ ἐν τοῖς οὐρανοῖς.

Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο 26⸆ 27⸂τῷ πνεύματι⸃ 28⸋ὁ Ἰησοῦς,⸌ καὶ εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως 29⸉ἐγένετο εὐδοκία⸊ ἔμπροσθέν σου. 30⸂Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπεν,⸃ Πάντα 31⸉μοι παρεδόθη⸊ ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱός, καὶ ᾧ 32⸂2ἐὰν⸃ βούληται ὁ υἱὸς ἀποκαλύψαι. Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπεν, Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. Λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.

Καὶ ἰδού, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν, 33⸋καὶ⸌ λέγων, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπεν πρὸς αὐτόν, Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις κύριον τὸν θεόν σου, 34⸂ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας⸃ σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Εἶπεν δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει, καὶ ζήσῃ. Ὁ δὲ θέλων 35⸂δικαιοῦν⸃ ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν, Καὶ τίς ἐστίν μου πλησίον; Ὑπολαβὼν 36⸋δὲ⸌ ὁ Ἰησοῦς εἶπεν, Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ 37⸋2τυγχάνοντα.⸌ Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ· καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευΐτης 38⸋γενόμενος⸌ κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. Σαμαρείτης δέ τις ὁδεύων ἦλθεν κατ᾽ αὐτόν, καὶ ἰδὼν 39⸋αὐτὸν⸌ ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. Καὶ ἐπὶ τὴν αὔριον 40⸋ἐξελθών,⸌ ἐκβαλὼν 41⸉δύο δηνάρια ἔδωκεν⸊ τῷ πανδοχεῖ, καὶ εἶπεν 42⸋2αὐτῷ,⸌ Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τίς 43⸋οὖν⸌ τούτων τῶν τριῶν 44⸉πλησίον δοκεῖ σοι⸊ γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Ὁ δὲ εἶπεν, Ὁ ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ. Εἶπεν 45⸂οὖν⸃ αὐτῷ ὁ Ἰησοῦς, Πορεύου, καὶ σὺ ποίει ὁμοίως. 46

⸂Ἐγένετο δὲ ἐν⸃ τῷ πορεύεσθαι αὐτούς, 47⸋καὶ⸌ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν 48⸂2εἰς τὸν οἶκον αὐτῆς.⸃ Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ 49⸂παρακαθίσασα⸃ 50⸂2παρὰ⸃ τοὺς πόδας 51⸂3τοῦ Ἰησοῦ⸃ ἤκουεν 52⸂4τὸν λόγον⸃ αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με 53⸂κατέλειπεν⸃ διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ 54⸂εἶπεν αὐτῇ ὁ Ἰησοῦς,⸃ Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 55⸂ἑνὸς δέ ἐστιν χρεία·⸃ Μαρία 56⸂2δὲ⸃ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται 57⸋ἀπ᾽⸌ αὐτῆς.

Source notes (57)
  1. Footnote * ⸋ καὶ RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV
  2. Footnote * ⸂ ἑβδομήκοντα RP f 35 TR TNT2 ¦ ἑβδομήκοντα δύο WH NA NIV SBL
  3. Footnote * ⸆ – RP f 35 TR TNT2 NA25 ¦ δύο WH NA27+28 NIV SBL
  4. Footnote * ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂2 ἐκβάλῃ ἐργάτας RP f 35 ¦ ἐκβάλλῃ ἐργάτας TR ¦ ἐργάτας ἐκβάλῃ TNT2 WH NA NIV SBL
  6. Footnote * ⸋ ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  7. Footnote * ⸂ μὴ πήραν, μηδὲ ὑποδήματα RP TR ¦ μὴ πήραν, μὴ ὑποδήματα f 35 TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂ οἰκίαν εἰσέρχησθε RP f 35 TR ¦ εἰσέλθητε οἰκίαν TNT2 WH NA NIV SBL
  9. Footnote * ⸆ – RP TNT2 WH NA NIV SBL ¦ μὲν f 35 TR
  10. Footnote * ⸉ ᾖ ἐκεῖ RP f 35 TR TNT2 SBL ¦ ἐκεῖ ᾖ WH NA NIV
  11. Footnote * ⸂ ἐστίν RP f 35 ¦ ἐστί TR ¦ – TNT2 WH NA NIV SBL
  12. Footnote * ⸆ – RP TNT2 WH NA NIV SBL ¦ δ᾽ f 35 TR
  13. Footnote * ⸂ εἰσέρχησθε RP f 35 TR ¦ εἰσέλθητε TNT2 WH NA NIV SBL
  14. Footnote * ⸆ – RP f 35 TR ¦ εἰς τοὺς πόδας TNT2 WH NA NIV SBL
  15. Footnote * ⸋ ἐφ᾽ ὑμᾶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  16. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR
  17. Footnote * ⸂ ἐγένοντο RP f 35 TR ¦ ἐγενήθησαν TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂2 καθήμεναι RP f 35 TR ¦ καθήμενοι TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂ ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP f 35 TR ¦ μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ TNT2 WH NA NIV SBL
  20. Footnote * ⸆ – RP f 35 TR ¦ τοῦ TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂ ἑβδομήκοντα RP f 35 TR TNT2 ¦ ἑβδομήκοντα δύο WH NA NIV SBL
  22. Footnote * ⸂ δίδωμι RP f 35 TR ¦ δέδωκα TNT2 WH NA NIV SBL
  23. Footnote * ⸂2 ἀδικήσῃ RP f 35 TR NA27+28 NIV SBL ¦ ἀδικήσει TNT2 WH NA25
  24. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ μᾶλλον TR
  25. Footnote * ⸂ ἐγράφη RP f 35 TR ¦ ἐγγέγραπται TNT2 NA NIV SBL ¦ ἐνγέγραπται WH
  26. Footnote * ⸆ – RP f 35 TR TNT2 WH NA25 NIV11 SBL ¦ ἐν NA27+28 NIV73
  27. Footnote * ⸂ τῷ πνεύματι RP f 35 TR ¦ τῷ πνεύματι τῷ ἁγίῳ TNT2 WH NA NIV SBL
  28. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  29. Footnote * ⸉ ἐγένετο εὐδοκία RP f 35 TR ¦ εὐδοκία ἐγένετο TNT2 WH NA NIV SBL
  30. Footnote * ⸂ Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπεν RP f 35 ¦ Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε TR ¦ – TNT2 WH NA NIV SBL
  31. Footnote * ⸉ μοι παρεδόθη RP f 35 TNT2 WH NA NIV SBL ¦ παρεδόθη μοι TR
  32. Footnote * ⸂2 ἐὰν RP f 35 TR NA NIV SBL ¦ ἂν TNT2 WH
  33. Footnote * ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  34. Footnote * ⸂ ἐξ ὅλης τῆς καρδίας … ἐξ ὅλης τῆς ψυχῆς … ἐξ ὅλης τῆς ἰσχύος … ἐξ ὅλης τῆς διανοίας RP f 35 TR ¦ ἐξ ὅλης τῆς καρδίας … ἐν ὅλῃ τῇ ψυχῇ … ἐν ὅλῃ τῇ ἰσχύϊ … ἐν ὅλῃ τῇ διανοίᾳ TNT2 NA NIV73 SBL ¦ ἐξ ὅλης καρδίας … ἐν ὅλῃ τῇ ψυχῇ … ἐν ὅλῃ τῇ ἰσχύϊ … ἐν ὅλῃ τῇ διανοίᾳ WH NIV11
  35. Footnote * ⸂ δικαιοῦν RP f 35 TR ¦ δικαιῶσαι TNT2 WH NA NIV SBL
  36. Footnote * ⸋ δὲ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV
  37. Footnote * ⸋2 τυγχάνοντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  38. Footnote * ⸋ γενόμενος RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL
  39. Footnote * ⸋ αὐτὸν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  40. Footnote * ⸋ ἐξελθών RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  41. Footnote * ⸉ δύο δηνάρια ἔδωκεν RP f 35 TNT2 WH NA25 SBL ¦ δύο δηνάρια ἔδωκε TR ¦ ἔδωκεν δύο δηνάρια NA27+28 NIV
  42. Footnote * ⸋2 αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  43. Footnote * ⸋ οὖν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  44. Footnote * ⸉ πλησίον δοκεῖ σοι RP f 35 TNT2 WH NA NIV SBL ¦ δοκεῖ σοι πλησίον TR
  45. Footnote * ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
  46. Footnote * ⸂ Ἐγένετο δὲ ἐν RP f 35 TR ¦ Ἐν δὲ TNT2 WH NA NIV SBL
  47. Footnote * ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  48. Footnote * ⸂2 εἰς τὸν οἶκον αὐτῆς RP f 35 TR TNT2 ¦ εἰς τὴν οἰκίαν WH NA25 ¦ – NA27+28 NIV SBL
  49. Footnote * ⸂ παρακαθίσασα RP f 35 TR ¦ παρακαθεσθεῖσα TNT2 WH NA NIV SBL
  50. Footnote * ⸂2 παρὰ RP f 35 TR ¦ πρὸς TNT2 WH NA NIV SBL
  51. Footnote * ⸂3 τοῦ Ἰησοῦ RP f 35 TR SBL ¦ τοῦ κυρίου TNT2 WH NA NIV
  52. Footnote * ⸂4 τὸν λόγον RP TR TNT2 WH NA NIV SBL ¦ τῶν λόγων f 35
  53. Footnote * ⸂ κατέλειπεν RP TNT2 WH NA25 SBL ¦ κατέλιπεν f 35 NA27+28 NIV ¦ κατέλιπε TR
  54. Footnote * ⸂ εἶπεν αὐτῇ ὁ Ἰησοῦς RP TR TNT2 ¦ ὁ Ἰησοῦς εἶπεν αὐτῇ f 35 ¦ εἶπεν αὐτῇ ὁ κύριος WH NA NIV SBL
  55. Footnote * ⸂ ἑνὸς δέ ἐστιν χρεία· RP f 35 TNT2 NA27+28 NIV73 ¦ ἑνὸς δέ ἐστι χρεία· TR ¦ ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός· WH NA25 SBL ¦ ὀλίγων δέ ἐστι χρεία ἢ ἑνός· NIV11
  56. Footnote * ⸂2 δὲ RP f 35 TR TNT2 ¦ γὰρ WH NA NIV SBL
  57. Footnote * ⸋ ἀπ᾽ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.