Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΙΟΥΔΑ 1

Ἰούδας Ἰησοῦ χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ 1⸂ἡγιασμένοις,⸃ καὶ Ἰησοῦ χριστῷ τετηρημένοις, κλητοῖς· ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.

Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς 2⸆ σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον 3⸂δεσπότην θεὸν καὶ κύριον ἡμῶν Ἰησοῦν χριστὸν⸃ ἀρνούμενοι.

Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, 4⸂εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ κύριος,⸃ λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν. Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον 5⸉τούτοις τρόπον⸊ ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν. Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾽ εἶπεν, Ἐπιτιμήσαι σοι κύριος. Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς, ὡς τὰ ἄλογα ζῷα, ἐπίστανται, ἐν τούτοις φθείρονται. Οὐαὶ αὐτοῖς· ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο. Οὗτοί εἰσιν 6⸆ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων 7⸂παραφερόμεναι·⸃ δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα· κύματα ἄγρια θαλάσσης, 8⸂ἐπαφρίζοντα⸃ τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς 9⸆ αἰῶνα τετήρηται. Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνώχ, λέγων, Ἰδού, ἦλθεν κύριος ἐν 10⸉ἁγίαις μυριάσιν⸊ αὐτοῦ, ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ 11⸂ἐλέγξαι⸃ 12⸂2πάντας τοὺς ἀσεβεῖς⸃ 13⸋αὐτῶν⸌ περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. Οὗτοί εἰσιν γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας 14⸂αὐτῶν⸃ πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.

Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ· ὅτι ἔλεγον ὑμῖν, 15⸋ὅτι⸌ 16⸂ἐν ἐσχάτῳ χρόνῳ⸃ ἔσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες. Ὑμεῖς δέ, ἀγαπητοί, 17⸉τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς,⸊ ἐν πνεύματι ἁγίῳ προσευχόμενοι, ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ εἰς ζωὴν αἰώνιον. Καὶ οὓς μὲν 18⸂ἐλεεῖτε⸃ 19⸂2διακρινόμενοι·⸃ 20⸂οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες,⸃ μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.

Τῷ δὲ δυναμένῳ φυλάξαι 21⸂αὐτοὺς⸃ ἀπταίστους, καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, μόνῳ 22⸋σοφῷ⸌ θεῷ σωτῆρι ἡμῶν, 23⸆ 24⸂δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία,⸃ 25⸆2 καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.

Source notes (25)
  1. Footnote * ⸂ ἡγιασμένοις RP f 35 TR ¦ ἠγαπημένοις TNT2 WH NA NIV SBL Wass
  2. Footnote * ⸆ – RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL Wass
  3. Footnote * ⸂ δεσπότην θεὸν καὶ κύριον ἡμῶν Ἰησοῦν χριστὸν RP f 35 TR ¦ δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν χριστὸν TNT2 WH NA NIV SBL Wass
  4. Footnote * ⸂ εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ κύριος RP f 35 TR ¦ εἰδότας ἅπαξ πάντα, ὅτι κύριος TNT2 WH NA25 ¦ εἰδότας ὑμᾶς πάντα, ὅτι ὁ κύριος ἅπαξ NA27 NIV11 ¦ εἰδότας ὑμᾶς ἅπαξ πάντα, ὅτι Ἰησοῦς NA28 SBL ¦ εἰδότας ἅπαξ ὑμᾶς πάντα, ὅτι ὁ κύριος NIV73 ¦ εἰδότας ὑμᾶς ἅπαξ πάντα, ὅτι κύριος Wass
  5. Footnote * ⸉ τούτοις τρόπον RP f 35 TR ¦ τρόπον τούτοις TNT2 WH NA NIV SBL Wass
  6. Footnote * ⸆ – RP f 35 TR ¦ οἱ TNT2 WH NA NIV SBL Wass
  7. Footnote * ⸂ παραφερόμεναι RP f 35 TNT2 WH NA NIV SBL Wass ¦ περιφερόμεναι TR
  8. Footnote * ⸂ ἐπαφρίζοντα RP f 35 TR TNT2 WH NA NIV SBL ¦ ἀπαφρίζοντα Wass
  9. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL Wass ¦ τὸν TR
  10. Footnote * ⸉ ἁγίαις μυριάσιν RP f 35 TNT2 WH NA NIV SBL Wass ¦ μυριάσιν ἁγίαις TR
  11. Footnote * ⸂ ἐλέγξαι RP f 35 TNT2 WH NA NIV SBL Wass ¦ ἐξἐλέγξαι TR
  12. Footnote * ⸂2 πάντας τοὺς ἀσεβεῖς RP f 35 TR TNT2 WH NA25 NIV73 SBL Wass ¦ πᾶσαν ψυχὴν NA27+28 NIV11
  13. Footnote * ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Wass
  14. Footnote * ⸂ αὐτῶν RP TR TNT2 WH NA25 SBL ¦ ἑαυτῶν f 35 NA27+28 NIV Wass
  15. Footnote * ⸋ ὅτι RP f 35 TR TNT2 NA27 NIV73 Wass ¦ – WH NA25+28 NIV11 SBL
  16. Footnote * ⸂ ἐν ἐσχάτῳ χρόνῳ RP f 35 TR ¦ ἐπ᾽ ἐσχάτου χρόνου TNT2 WH NA28 SBL ¦ ἐπ᾽ ἐσχάτου τοῦ χρόνου NA25+27 NIV Wass
  17. Footnote * ⸉ τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς RP f 35 TR ¦ ἐποικοδομοῦντες ἑαυτούς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει TNT2 WH NA NIV SBL Wass
  18. Footnote * ⸂ ἐλεεῖτε RP f 35 TR ¦ ἐλέγχετε TNT2 ¦ ἐλεᾶτε WH NA NIV SBL Wass
  19. Footnote * ⸂2 διακρινόμενοι RP f 35 TR ¦ διακρινομένους TNT2 WH NA NIV SBL Wass
  20. Footnote * ⸂ οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες RP f 35 ¦ οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες TR ¦ οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ TNT2 NA27+28 NIV SBL Wass ¦ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ WH NA25
  21. Footnote * ⸂ αὐτοὺς RP f 35 TR ¦ ὑμᾶς TNT2 WH NA NIV SBL Wass
  22. Footnote * ⸋ σοφῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Wass
  23. Footnote * ⸆ – RP f 35 TR ¦ διὰ Ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν TNT2 WH NA NIV SBL Wass
  24. Footnote * ⸂ δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία RP f 35 TR ¦ δόξα, μεγαλωσύνη, κράτος, καὶ ἐξουσία TNT2 WH NA NIV SBL Wass
  25. Footnote * ⸆2 – RP f 35 TR ¦ πρὸ παντὸς τοῦ αἰῶνος TNT2 WH NA NIV SBL Wass

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.