Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΙΩΑΝΝΗΝ 18

Ταῦτα εἰπὼν 1⸋ὁ⸌ Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου 2⸂τῶν⸃ Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. ᾜδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, τὸν τόπον· ὅτι πολλάκις συνήχθη 3⸋ὁ⸌ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. Ὁ οὖν Ἰούδας, λαβὼν τὴν σπεῖραν, καὶ 4⸂ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων⸃ ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. Ἰησοῦς 5⸂οὖν,⸃ εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτόν, 6⸂2ἐξελθὼν εἶπεν⸃ αὐτοῖς, Τίνα ζητεῖτε; Ἀπεκρίθησαν αὐτῷ, Ἰησοῦν τὸν Ναζωραῖον. Λέγει αὐτοῖς 7⸋ὁ Ἰησοῦς,⸌ Ἐγώ εἰμι. Εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν. Ὡς οὖν εἶπεν αὐτοῖς 8⸋ὅτι⸌ Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ ἔπεσον χαμαί. Πάλιν οὖν 9⸉αὐτοὺς ἐπηρώτησεν,⸊ Τίνα ζητεῖτε; Οἱ δὲ εἶπον, Ἰησοῦν τὸν Ναζωραῖον. Ἀπεκρίθη 10⸆ Ἰησοῦς, Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτήν, καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον, καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν. Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ, Βάλε τὴν μάχαιραν 11⸆ εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό;

Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν, καὶ ἔδησαν αὐτόν, καὶ 12⸂ἀπήγαγον⸃ 13⸋αὐτὸν⸌ πρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου. Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις, ὅτι συμφέρει ἕνα ἄνθρωπον 14⸂ἀπολέσθαι⸃ ὑπὲρ τοῦ λαοῦ.

Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος, καὶ 15⸋ὁ⸌ ἄλλος μαθητής. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος 16⸂ὃς ἦν γνωστὸς⸃ 17⸂2τῷ ἀρχιερεῖ,⸃ καὶ εἶπεν τῇ θυρωρῷ, καὶ εἰσήγαγεν τὸν Πέτρον. Λέγει οὖν 18⸉ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ,⸊ Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; Λέγει ἐκεῖνος, Οὐκ εἰμί. Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψύχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ 19⸆ 20⸉μετ᾽ αὐτῶν ὁ Πέτρος⸊ ἑστὼς καὶ θερμαινόμενος.

Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. Ἀπεκρίθη αὐτῷ 21⸋ὁ⸌ Ἰησοῦς, Ἐγὼ παρρησίᾳ 22⸂ἐλάλησα⸃ τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν 23⸆ συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου 24⸂2πάντοτε⸃ οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. Τί με 25⸂ἐπερωτᾷς; Ἐπερώτησον⸃ τοὺς ἀκηκοότας, τί ἐλάλησα αὐτοῖς· ἴδε, οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ. Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς 26⸉τῶν ὑπηρετῶν παρεστηκὼς⸊ ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ, εἰπών, Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; Ἀπεκρίθη αὐτῷ 27⸋ὁ⸌ Ἰησοῦς, Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἀπέστειλεν 28⸆ αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.

Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος· εἶπον οὖν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; Ἠρνήσατο 29⸋οὖν⸌ ἐκεῖνος, καὶ εἶπεν, Οὐκ εἰμί. Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾽ αὐτοῦ; Πάλιν οὖν ἠρνήσατο 30⸋ὁ⸌ Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.

Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ 31⸂πρωΐ,⸃ καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, 32⸂2ἵνα μὴ μιανθῶσιν, ἀλλ᾽ ἵνα φάγωσιν⸃ τὸ Πάσχα. Ἐξῆλθεν οὖν ὁ Πιλάτος 33⸆ πρὸς αὐτούς, καὶ 34⸂εἶπεν,⸃ Τίνα κατηγορίαν φέρετε 35⸋κατὰ⸌ τοῦ ἀνθρώπου τούτου; Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Εἰ μὴ ἦν οὗτος 36⸂κακοποιός,⸃ οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. Εἶπεν οὖν αὐτοῖς 37⸋ὁ⸌ Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Εἶπον 38⸋2οὖν⸌ αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπεν, σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνῄσκειν.

Εἰσῆλθεν οὖν 39⸉εἰς τὸ πραιτώριον πάλιν⸊ ὁ Πιλάτος, καὶ ἐφώνησεν τὸν Ἰησοῦν, καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ἀπεκρίθη 40⸋αὐτῷ⸌ 41⸋2ὁ⸌ Ἰησοῦς, 42⸂Ἀφ᾽ ἑαυτοῦ⸃ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι 43⸉σοι εἶπον⸊ περὶ ἐμοῦ; Ἀπεκρίθη ὁ Πιλάτος, Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; Ἀπεκρίθη 44⸆ Ἰησοῦς, Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται 45⸉ἂν οἱ ἐμοὶ ἠγωνίζοντο,⸊ ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. Εἶπεν οὖν αὐτῷ ὁ Πιλάτος, Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη 46⸆ Ἰησοῦς, Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι ἐγώ. 47⸋Ἐγὼ⸌ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. Λέγει αὐτῷ ὁ Πιλάτος, Τί ἐστιν ἀλήθεια;

Καὶ τοῦτο εἰπών, πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, Ἐγὼ οὐδεμίαν 48⸉αἰτίαν εὑρίσκω ἐν αὐτῷ.⸊ Ἔστιν δὲ συνήθεια 49⸂ὑμῖν,⸃ ἵνα ἕνα 50⸉ὑμῖν ἀπολύσω ἐν τῷ Πάσχα· βούλεσθε οὖν ὑμῖν ἀπολύσω⸊ τὸν βασιλέα τῶν Ἰουδαίων; Ἐκραύγασαν οὖν 51⸋πάλιν⸌ 52⸋2πάντες,⸌ λέγοντες, Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν· ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

Source notes (52)
  1. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  2. Footnote * ⸂ τῶν RP f 35 TR WH ¦ τοῦ TNT2 NA NIV SBL
  3. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  4. Footnote * ⸂ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων RP f 35 TR ¦ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂ οὖν RP f 35 TR WH NA NIV SBL ¦ δὲ TNT2
  6. Footnote * ⸂2 ἐξελθὼν εἶπεν RP f 35 TR ¦ ἐξῆλθεν καὶ λέγει TNT2 WH NA NIV SBL
  7. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  8. Footnote * ⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  9. Footnote * ⸉ αὐτοὺς ἐπηρώτησεν RP f 35 ¦ αὐτοὺς ἐπηρώτησε TR ¦ ἐπηρώτησεν αὐτοὺς TNT2 WH NA NIV SBL
  10. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR
  11. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ σου TR
  12. Footnote * ⸂ ἀπήγαγον RP f 35 TR ¦ ἤγαγον TNT2 WH NA NIV SBL
  13. Footnote * ⸋ αὐτὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  14. Footnote * ⸂ ἀπολέσθαι RP f 35 TR ¦ ἀποθανεῖν TNT2 WH NA NIV SBL
  15. Footnote * ⸋ ὁ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  16. Footnote * ⸂ ὃς ἦν γνωστὸς RP f 35 TR ¦ ὁ γνωστὸς TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂2 τῷ ἀρχιερεῖ RP f 35 TR ¦ τοῦ ἀρχιερέως TNT2 WH NA NIV SBL
  18. Footnote * ⸉ ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ RP f 35 TR ¦ τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρὸς TNT2 WH NA NIV SBL
  19. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  20. Footnote * ⸉ μετ᾽ αὐτῶν ὁ Πέτρος RP f 35 TR ¦ ὁ Πέτρος μετ᾽ αὐτῶν TNT2 WH NA NIV SBL
  21. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  22. Footnote * ⸂ ἐλάλησα RP f 35 TR ¦ λελάληκα TNT2 WH NA NIV SBL
  23. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῇ TR
  24. Footnote * ⸂2 πάντοτε RP f 35 TR ¦ πάντες TNT2 WH NA NIV SBL
  25. Footnote * ⸂ ἐπερωτᾷς; Ἐπερώτησον RP f 35 TR ¦ ἐρωτᾷς; Ἐρώτησον TNT2 WH NA NIV SBL
  26. Footnote * ⸉ τῶν ὑπηρετῶν παρεστηκὼς RP f 35 TR ¦ παρεστηκὼς τῶν ὑπηρετῶν TNT2 WH NA NIV SBL
  27. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  28. Footnote * ⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL
  29. Footnote * ⸋ οὖν RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
  30. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  31. Footnote * ⸂ πρωΐ RP f 35 TNT2 WH NA NIV SBL ¦ πρωΐα TR
  32. Footnote * ⸂2 ἵνα μὴ μιανθῶσιν, ἀλλ᾽ ἵνα φάγωσιν RP f 35 ¦ ἵνα μὴ μιανθῶσιν, ἀλλ᾽ ἵνα φάγωσι TR ¦ ἵνα μὴ μιανθῶσιν, ἀλλὰ φάγωσιν TNT2 WH NA NIV SBL
  33. Footnote * ⸆ – RP f 35 TR ¦ ἔξω TNT2 WH NA NIV SBL
  34. Footnote * ⸂ εἶπεν RP f 35 ¦ εἶπε TR ¦ φησίν TNT2 WH NA NIV SBL
  35. Footnote * ⸋ κατὰ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  36. Footnote * ⸂ κακοποιός RP f 35 TR ¦ κακὸν ποιῶν TNT2 WH NA NIV SBL
  37. Footnote * ⸋ ὁ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
  38. Footnote * ⸋2 οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  39. Footnote * ⸉ εἰς τὸ πραιτώριον πάλιν RP f 35 TR ¦ πάλιν εἰς τὸ πραιτώριον TNT2 WH NA NIV SBL
  40. Footnote * ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  41. Footnote * ⸋2 ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  42. Footnote * ⸂ Ἀφ᾽ ἑαυτοῦ RP f 35 TR NA25 ¦ Ἀπὸ σεαυτοῦ TNT2 WH NA27+28 NIV SBL
  43. Footnote * ⸉ σοι εἶπον RP f 35 TR ¦ εἶπον σοι TNT2 WH NA NIV SBL
  44. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR
  45. Footnote * ⸉ ἂν οἱ ἐμοὶ ἠγωνίζοντο RP f 35 TR NA25 ¦ οἱ ἐμοὶ ἠγωνίζοντο ἂν TNT2 WH NA27+28 NIV SBL
  46. Footnote * ⸆ – RP f 35 ¦ ὁ TR TNT2 WH NA NIV SBL
  47. Footnote * ⸋ Ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  48. Footnote * ⸉ αἰτίαν εὑρίσκω ἐν αὐτῷ RP f 35 TR ¦ εὑρίσκω ἐν αὐτῷ αἰτίαν TNT2 WH NA NIV SBL
  49. Footnote * ⸂ ὑμῖν RP TR TNT2 WH NA NIV SBL ¦ ἡμῖν f 35
  50. Footnote * ⸉ ὑμῖν ἀπολύσω … ὑμῖν ἀπολύσω RP f 35 TR ¦ ἀπολύσω ὑμῖν … ἀπολύσω ὑμῖν TNT2 WH NA NIV SBL
  51. Footnote * ⸋ πάλιν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  52. Footnote * ⸋2 πάντες RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.