Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΙΩΑΝΝΗΝ 13

Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι 1⸂ἐλήλυθεν⸃ αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. Καὶ δείπνου 2⸂γενομένου,⸃ τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν 3⸂2Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ,⸃ εἰδὼς 4⸋ὁ Ἰησοῦς⸌ ὅτι πάντα 5⸂δέδωκεν⸃ αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου, καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· 6⸋καὶ⸌ λέγει αὐτῷ 7⸋2ἐκεῖνος,⸌ Κύριε, σύ μου νίπτεις τοὺς πόδας; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. Λέγει αὐτῷ Πέτρος, Οὐ μὴ νίψῃς 8⸉τοὺς πόδας μου⸊ εἰς τὸν αἰῶνα. Ἀπεκρίθη 9⸂αὐτῷ ὁ Ἰησοῦς,⸃ Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ. Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. Λέγει αὐτῷ 10⸋ὁ⸌ Ἰησοῦς, Ὁ λελουμένος 11⸉οὐ χρείαν ἔχει⸊ 12⸂ἢ⸃ τοὺς πόδας νίψασθαι, ἀλλ᾽ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ᾽ οὐχὶ πάντες. ᾜδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν, 13⸆ Οὐχὶ πάντες καθαροί ἐστε.

Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν, 14⸋καὶ⸌ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ, 15⸂ἀναπεσὼν⸃ πάλιν, εἶπεν αὐτοῖς, Γινώσκετε τί πεποίηκα ὑμῖν; Ὑμεῖς φωνεῖτέ με, Ὁ διδάσκαλος, καὶ Ὁ κύριος· καὶ καλῶς λέγετε, εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. Ὑπόδειγμα γὰρ 16⸂ἔδωκα⸃ ὑμῖν, ἵνα καθὼς 17⸋ἐγὼ⸌ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα 18⸂οὓς⸃ ἐξελεξάμην· ἀλλ᾽ ἵνα ἡ γραφὴ πληρωθῇ, Ὁ τρώγων 19⸂2μετ᾽ ἐμοῦ⸃ τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ. Ἀπ᾽ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα, 20⸂ὅταν γένηται, πιστεύσητε⸃ ὅτι ἐγώ εἰμι. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Ὁ λαμβάνων 21⸂ἐάν⸃ τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.

Ταῦτα εἰπὼν 22⸋ὁ⸌ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησεν καὶ εἶπεν, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Ἔβλεπον 23⸂οὖν⸃ 24⸂2εἰς⸃ ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει. Ἦν 25⸋δὲ⸌ ἀνακείμενος εἷς 26⸆ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· νεύει οὖν τούτῳ Σίμων Πέτρος 27⸂πυθέσθαι τίς ἂν εἴη⸃ περὶ οὗ λέγει. 28⸂Ἐπιπεσὼν⸃ 29⸂2δὲ⸃ ἐκεῖνος 30⸋οὕτως⸌ ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, λέγει αὐτῷ, Κύριε, τίς ἐστιν; Ἀποκρίνεται 31⸆ 32⸋ὁ⸌ Ἰησοῦς, Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ 33⸂βάψας τὸ ψωμίον ἐπιδώσω.⸃ 34⸆2 35⸂2Καὶ ἐμβάψας⸃ τὸ ψωμίον, 36⸆3 δίδωσιν Ἰούδᾳ Σίμωνος 37⸂3Ἰσκαριώτῃ.⸃ Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει οὖν αὐτῷ 38⸋ὁ⸌ Ἰησοῦς, Ὃ ποιεῖς, ποίησον τάχιον. Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ. Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν 39⸋ὁ⸌ Ἰούδας, ὅτι λέγει αὐτῷ 40⸋2ὁ⸌ Ἰησοῦς, Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν· ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος, 41⸂εὐθέως ἐξῆλθεν·⸃ ἦν δὲ νύξ.

Ὅτε 42⸆ ἐξῆλθεν, λέγει 43⸋ὁ⸌ Ἰησοῦς, Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ. 44⸋Εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ,⸌ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν 45⸂ἑαυτῷ,⸃ καὶ εὐθὺς δοξάσει αὐτόν. Τεκνία, ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου 46⸉ὑπάγω ἐγώ,⸊ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.

Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, ποῦ ὑπάγεις; Ἀπεκρίθη 47⸋αὐτῷ⸌ 48⸋2ὁ⸌ Ἰησοῦς, Ὅπου 49⸆ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, 50⸂ὕστερον δὲ ἀκολουθήσεις μοι.⸃ Λέγει αὐτῷ 51⸆ Πέτρος, Κύριε, διὰ τί οὐ δύναμαί σοι 52⸂ἀκολουθῆσαι⸃ ἄρτι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. 53⸂Ἀπεκρίθη⸃ 54⸋αὐτῷ⸌ 55⸋2ὁ⸌ Ἰησοῦς, Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ 56⸂2φωνήσῃ⸃ ἕως οὗ 57⸂3ἀπαρνήσῃ⸃ με τρίς.

Source notes (57)
  1. Footnote * ⸂ ἐλήλυθεν RP f 35 TR ¦ ἦλθεν TNT2 WH NA NIV SBL
  2. Footnote * ⸂ γενομένου RP f 35 TR ¦ γινομένου TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂2 Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ RP f 35 TR ¦ ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης TNT2 WH NA25 ¦ ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτου NA27+28 NIV SBL
  4. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂ δέδωκεν RP f 35 TR ¦ ἔδωκεν TNT2 WH NA NIV SBL
  6. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  7. Footnote * ⸋2 ἐκεῖνος RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  8. Footnote * ⸉ τοὺς πόδας μου RP f 35 TR ¦ μου τοὺς πόδας TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂ αὐτῷ ὁ Ἰησοῦς RP f 35 TR ¦ Ἰησοῦς αὐτῷ TNT2 WH NA NIV SBL
  10. Footnote * ⸋ ὁ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  11. Footnote * ⸉ οὐ χρείαν ἔχει RP f 35 TR ¦ οὐκ ἔχει χρείαν TNT2 WH NA NIV SBL
  12. Footnote * ⸂ ἢ RP f 35 TR ¦ εἰ μὴ TNT2 WH NA NIV SBL
  13. Footnote * ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL
  14. Footnote * ⸋ καὶ RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73
  15. Footnote * ⸂ ἀναπεσὼν RP f 35 TR ¦ καὶ ἀνέπεσεν TNT2 WH NA NIV SBL
  16. Footnote * ⸂ ἔδωκα RP TR TNT2 WH NA NIV SBL ¦ δέδωκα f 35
  17. Footnote * ⸋ ἐγὼ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  18. Footnote * ⸂ οὓς RP f 35 TR ¦ τίνας TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂2 μετ᾽ ἐμοῦ RP f 35 TR ¦ μου TNT2 WH NA NIV SBL
  20. Footnote * ⸂ ὅταν γένηται, πιστεύσητε RP f 35 TR ¦ πιστεύητε ὅταν γένηται TNT2 WH NA25 ¦ πιστεύσητε ὅταν γένηται NA27+28 NIV SBL
  21. Footnote * ⸂ ἐάν RP f 35 TR ¦ ἄν TNT2 WH NA NIV SBL
  22. Footnote * ⸋ ὁ RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11
  23. Footnote * ⸂ οὖν RP TR TNT2 ¦ δὲ f 35 ¦ – WH NA NIV SBL
  24. Footnote * ⸂2 εἰς RP TR TNT2 WH NA NIV SBL ¦ πρὸς f 35
  25. Footnote * ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  26. Footnote * ⸆ – RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL
  27. Footnote * ⸂ πυθέσθαι τίς ἂν εἴη RP f 35 TR NA27+28 NIV SBL ¦ καὶ λέγει αὐτῷ, Εἰπὲ τίς ἐστιν TNT2 WH NA25
  28. Footnote * ⸂ Ἐπιπεσὼν RP f 35 TR ¦ Ἀναπεσὼν TNT2 WH NA NIV SBL
  29. Footnote * ⸂2 δὲ RP f 35 TR ¦ – TNT2 WH NA25 SBL ¦ οὖν NA27+28 NIV
  30. Footnote * ⸋ οὕτως RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR
  31. Footnote * ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ οὖν WH NA25
  32. Footnote * ⸋ ὁ RP f 35 TR TNT2 WH NA NIV73 SBL ¦ – NIV11
  33. Footnote * ⸂ βάψας τὸ ψωμίον ἐπιδώσω RP f 35 TR ¦ βάψω τὸ ψωμίον καὶ δώσω TNT2 WH NA NIV SBL
  34. Footnote * ⸆2 – RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL
  35. Footnote * ⸂2 Καὶ ἐμβάψας RP f 35 TR ¦ Βάψας οὖν TNT2 WH NA NIV SBL
  36. Footnote * ⸆3 – RP f 35 TR NIV SBL ¦ λαμβάνει καὶ TNT2 WH NA
  37. Footnote * ⸂3 Ἰσκαριώτῃ RP f 35 TR ¦ Ἰσκαριώτου TNT2 WH NA NIV SBL
  38. Footnote * ⸋ ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25
  39. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  40. Footnote * ⸋2 ὁ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11
  41. Footnote * ⸂ εὐθέως ἐξῆλθεν RP f 35 TR ¦ ἐξῆλθεν εὐθύς TNT2 WH NA NIV SBL
  42. Footnote * ⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL
  43. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  44. Footnote * ⸋ Εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
  45. Footnote * ⸂ ἑαυτῷ RP f 35 TR ¦ αὐτῷ TNT2 NA NIV ¦ αὑτῷ WH SBL
  46. Footnote * ⸉ ὑπάγω ἐγώ RP f 35 TR ¦ ἐγώ ὑπάγω TNT2 WH NA NIV SBL
  47. Footnote * ⸋ αὐτῷ RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL
  48. Footnote * ⸋2 ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  49. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ἐγὼ f 35
  50. Footnote * ⸂ ὕστερον δὲ ἀκολουθήσεις μοι RP f 35 TR ¦ ἀκολουθήσεις δὲ ὕστερον TNT2 WH NA NIV SBL
  51. Footnote * ⸆ – RP f 35 ¦ ὁ TR TNT2 WH NA NIV SBL
  52. Footnote * ⸂ ἀκολουθῆσαι RP f 35 TR NA NIV SBL ¦ ἀκολουθεῖν TNT2 WH
  53. Footnote * ⸂ Ἀπεκρίθη RP f 35 TR ¦ Ἀποκρίνεται TNT2 WH NA NIV SBL
  54. Footnote * ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  55. Footnote * ⸋2 ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  56. Footnote * ⸂2 φωνήσῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ φωνήσει TR
  57. Footnote * ⸂3 ἀπαρνήσῃ RP f 35 TR ¦ ἀρνήσῃ TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.