Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 7

Εἶπεν δὲ ὁ ἀρχιερεύς, Εἰ 1⸋ἄρα⸌ ταῦτα οὕτως ἔχει; Ὁ δὲ ἔφη, Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπεν πρὸς αὐτόν, Ἔξελθε 2⸂ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν⸃ ἣν ἄν σοι δείξω. Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν· κἀκεῖθεν, μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός· καὶ ἐπηγγείλατο 3⸉δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτήν,⸊ καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. Ἐλάλησεν δὲ 4⸆ οὕτως ὁ θεός, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν, ἔτη τετρακόσια. Καὶ τὸ ἔθνος, ᾧ 5⸂ἐὰν⸃ 6⸂2δουλεύσωσιν,⸃ κρινῶ ἐγώ, 7⸉εἶπεν ὁ θεός·⸊ καὶ μετὰ ταῦτα ἐξελεύσονται, καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ. Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαάκ, καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ· καὶ 8⸂ὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ὁ Ἰακὼβ⸃ τοὺς δώδεκα πατριάρχας. Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετ᾽ αὐτοῦ, καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον 9⸂ἐπ᾽ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ.⸃ Ἦλθεν δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν 10⸂γῆν Αἰγύπτου⸃ καὶ Χαναάν, καὶ θλίψις μεγάλη· καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. Ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτα 11⸂ἐν Αἰγύπτῳ,⸃ ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον. Καὶ ἐν τῷ δευτέρῳ 12⸂ἀνεγνωρίσθη⸃ Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος 13⸋τοῦ⸌ Ἰωσήφ. Ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο 14⸉τὸν πατέρα αὐτοῦ Ἰακώβ,⸊ καὶ πᾶσαν τὴν συγγένειαν, 15⸆ ἐν 16⸉2ψυχαῖς ἑβδομήκοντα πέντε.⸊ 17⸂Κατέβη δὲ⸃ Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν· καὶ μετετέθησαν εἰς Συχέμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι 18⸂ὃ⸃ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὸρ 19⸂2τοῦ Συχέμ.⸃ Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς 20⸂ὤμοσεν⸃ ὁ θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος, 21⸆ ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. Οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσεν τοὺς πατέρας 22⸋ἡμῶν,⸌ τοῦ ποιεῖν 23⸉ἔκθετα τὰ βρέφη⸊ αὐτῶν, εἰς τὸ μὴ ζῳογονεῖσθαι. Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός. 24⸆ 25⸂Ἐκτεθέντα δὲ αὐτόν, ἀνείλετο⸃ ἡ θυγάτηρ Φαραώ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. Καὶ ἐπαιδεύθη Μωσῆς 26⸆ πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς 27⸂ἐν λόγοις καὶ ἔργοις.⸃ 28⸆2 Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον· ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς 29⸋αὐτοῦ⸌ ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν 30⸉αὐτοῖς σωτηρίαν·⸊ οἱ δὲ οὐ συνῆκαν. Τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ 31⸂συνήλασεν⸃ αὐτοὺς εἰς εἰρήνην, εἰπών, Ἄνδρες, ἀδελφοί ἐστε 32⸋ὑμεῖς·⸌ ἵνα τί ἀδικεῖτε ἀλλήλους; Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο 33⸂αὐτόν,⸃ εἰπών, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ 34⸂2ἡμᾶς;⸃ Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Ἔφυγεν δὲ Μωσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο. Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα, ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος 35⸋κυρίου⸌ ἐν φλογὶ πυρὸς βάτου. Ὁ δὲ Μωσῆς ἰδὼν 36⸂ἐθαύμαζεν⸃ τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ κυρίου 37⸋πρὸς αὐτόν,⸌ Ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, 38⸂ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ.⸃ Ἔντρομος δὲ γενόμενος Μωσῆς οὐκ ἐτόλμα κατανοῆσαι. Εἶπεν δὲ αὐτῷ ὁ κύριος, Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος 39⸂ἐν⸃ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ 40⸂αὐτῶν⸃ ἤκουσα· καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο, 41⸂2ἀποστελῶ⸃ σε εἰς Αἴγυπτον. Τοῦτον τὸν Μωσῆν ὃν ἠρνήσαντο εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ θεὸς 42⸆ 43⸂ἄρχοντα⸃ καὶ λυτρωτὴν 44⸂2ἀπέστειλεν⸃ 45⸂3ἐν⸃ χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. Οὗτος ἐξήγαγεν αὐτούς, ποιήσας τέρατα καὶ σημεῖα ἐν 46⸆ 47⸂γῇ Αἰγύπτῳ⸃ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα. Οὗτός ἐστιν 48⸋ὁ⸌ Μωσῆς ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ, Προφήτην ὑμῖν ἀναστήσει 49⸂κύριος ὁ θεὸς ἡμῶν⸃ ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. 50⸆ Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν· ὃς ἐδέξατο 51⸂λόγον⸃ ζῶντα δοῦναι 52⸂2ἡμῖν·⸃ ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ᾽ ἀπώσαντο, καὶ ἐστράφησαν 53⸆ 54⸂τῇ καρδίᾳ⸃ αὐτῶν εἰς Αἴγυπτον, εἰπόντες τῷ Ἀαρών, Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί 55⸂γέγονεν⸃ αὐτῷ. Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Ἔστρεψεν δὲ ὁ θεός, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν, Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι 56⸉ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ,⸊ οἶκος Ἰσραήλ; Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ 57⸋ὑμῶν⸌ Ῥεμφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν 58⸆ τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωσῇ, ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει. Ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυίδ· ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ, καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ 59⸂θεῷ⸃ Ἰακώβ. Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. Ἀλλ᾽ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις 60⸋ναοῖς⸌ κατοικεῖ, καθὼς ὁ προφήτης λέγει, Ὁ οὐρανός μοι θρόνος, 61⸂ἡ δὲ⸃ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;

Σκληροτράχηλοι καὶ ἀπερίτμητοι 62⸂τῇ καρδίᾳ⸃ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς 63⸂γεγένησθε·⸃ οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.

Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν. Ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανόν, εἶδεν δόξαν θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ, καὶ εἶπεν, Ἰδού, θεωρῶ τοὺς οὐρανοὺς 64⸂ἀνεῳγμένους,⸃ καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν· καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν· καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια 65⸆ παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα, Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα, ἔκραξεν φωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς 66⸉τὴν ἁμαρτίαν ταύτην.⸊ Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.

Source notes (66)
  1. Footnote * ⸋ ἄρα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  2. Footnote * ⸂ ἐκ τῆς γῆς … ἐκ τῆς συγγενείας … εἰς γῆν RP f 35 TR ¦ ἐκ τῆς γῆς … τῆς συγγενείας … εἰς τὴν γῆν TNT2 WH NA25 NIV11 ¦ ἐκ τῆς γῆς … ἐκ τῆς συγγενείας … εἰς τὴν γῆν NA27+28 NIV73 SBL
  3. Footnote * ⸉ δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτήν RP TNT2 WH NA NIV SBL ¦ δοῦναι αὐτὴν εἰς κατάσχεσιν αὐτῷ f 35 ¦ αὐτῷ δοῦναι εἰς κατάσχεσιν αὐτήν TR
  4. Footnote * ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ αὐτῷ NIV73
  5. Footnote * ⸂ ἐὰν RP f 35 TR NA NIV SBL ¦ ἂν TNT2 WH
  6. Footnote * ⸂2 δουλεύσωσιν RP f 35 ¦ δουλεύσωσι TR ¦ δουλεύσουσιν TNT2 WH NA NIV SBL
  7. Footnote * ⸉ εἶπεν ὁ θεός RP f 35 TR ¦ ὁ θεός εἶπεν TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂ ὁ Ἰσαὰκ … ὁ Ἰακὼβ RP f 35 TR ¦ Ἰσαὰκ … Ἰακὼβ TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂ ἐπ᾽ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ ἐπ᾽ Αἴγυπτον καὶ ἐφ᾽ ὅλον τὸν οἶκον αὐτοῦ NA27+28
  10. Footnote * ⸂ γῆν Αἰγύπτου RP f 35 TR ¦ Αἴγυπτον TNT2 WH NA NIV SBL
  11. Footnote * ⸂ ἐν Αἰγύπτῳ RP f 35 TR ¦ εἰς Αἴγυπτον TNT2 WH NA NIV SBL
  12. Footnote * ⸂ ἀνεγνωρίσθη RP f 35 TR NA27+28 NIV SBL ¦ ἐγνωρίσθη TNT2 WH NA25
  13. Footnote * ⸋ τοῦ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL
  14. Footnote * ⸉ τὸν πατέρα αὐτοῦ Ἰακώβ RP TR ¦ Ἰακώβ τὸν πατέρα αὐτοῦ f 35 TNT2 WH NA NIV SBL
  15. Footnote * ⸆ – RP TNT2 WH NA NIV SBL ¦ αὐτοῦ f 35 TR
  16. Footnote * ⸉2 ψυχαῖς ἑβδομήκοντα πέντε RP TR TNT2 WH NA NIV SBL ¦ ἑβδομήκοντα πέντε ψυχαῖς f 35
  17. Footnote * ⸂ Κατέβη δὲ RP f 35 TR WH ¦ Καὶ κατέβη TNT2 NA NIV SBL
  18. Footnote * ⸂ ὃ RP f 35 TR ¦ ᾧ TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂2 τοῦ Συχέμ RP f 35 TR ¦ ἐν Συχέμ TNT2 WH NA NIV SBL
  20. Footnote * ⸂ ὤμοσεν RP f 35 TR ¦ ὡμολόγησεν TNT2 WH NA NIV SBL
  21. Footnote * ⸆ – RP f 35 TR ¦ ἐπ᾽ Αἴγυπτον TNT2 WH NA NIV SBL
  22. Footnote * ⸋ ἡμῶν RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL
  23. Footnote * ⸉ ἔκθετα τὰ βρέφη RP f 35 TR ¦ τὰ βρέφη ἔκθετα TNT2 WH NA NIV SBL
  24. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῦ TR
  25. Footnote * ⸂ Ἐκτεθέντα δὲ αὐτόν, ἀνείλετο RP f 35 ¦ Ἐκτεθέντα δὲ αὐτόν, ἀνείλετο αὐτόν TR ¦ Ἐκτεθέντος δὲ αὐτοῦ, ἀνείλατο αὐτὸν TNT2 WH NA NIV SBL
  26. Footnote * ⸆ – RP f 35 TR WH NA25 NIV11 SBL ¦ ἐν TNT2 NA27+28 NIV73
  27. Footnote * ⸂ ἐν λόγοις καὶ ἔργοις RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν λόγοις καὶ ἐν ἔργοις TR
  28. Footnote * ⸆2 – RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL
  29. Footnote * ⸋ αὐτοῦ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL
  30. Footnote * ⸉ αὐτοῖς σωτηρίαν RP f 35 TR ¦ σωτηρίαν αὐτοῖς TNT2 WH NA NIV SBL
  31. Footnote * ⸂ συνήλασεν RP f 35 TR ¦ συνήλλασσεν TNT2 WH NA NIV SBL
  32. Footnote * ⸋ ὑμεῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  33. Footnote * ⸂ αὐτόν RP TR TNT2 WH NA NIV SBL ¦ τοῦτον f 35
  34. Footnote * ⸂2 ἡμᾶς RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL
  35. Footnote * ⸋ κυρίου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  36. Footnote * ⸂ ἐθαύμαζεν RP NA NIV ¦ ἐθαύμασεν f 35 TNT2 WH SBL ¦ ἐθαύμασε TR
  37. Footnote * ⸋ πρὸς αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  38. Footnote * ⸂ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ RP f 35 TR ¦ ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ TNT2 WH NA NIV SBL
  39. Footnote * ⸂ ἐν RP f 35 TR ¦ ἐφ᾽ TNT2 WH NA NIV SBL
  40. Footnote * ⸂ αὐτῶν RP f 35 TR NA27+28 NIV ¦ αὐτοῦ TNT2 WH NA25 SBL
  41. Footnote * ⸂2 ἀποστελῶ RP f 35 TR ¦ ἀποστείλω TNT2 WH NA NIV SBL
  42. Footnote * ⸆ – RP f 35 TR NIV73 ¦ καὶ TNT2 WH NA NIV11 SBL
  43. Footnote * ⸂ ἄρχοντα RP TR TNT2 WH NA NIV SBL ¦ ἄρχηγὸν f 35
  44. Footnote * ⸂2 ἀπέστειλεν RP f 35 TR ¦ ἀπέσταλκεν TNT2 WH NA NIV SBL
  45. Footnote * ⸂3 ἐν RP f 35 TR ¦ σὺν TNT2 WH NA NIV SBL
  46. Footnote * ⸆ – RP f 35 TR NA NIV SBL ¦ τῇ TNT2 WH
  47. Footnote * ⸂ γῇ Αἰγύπτῳ RP f 35 NA NIV SBL ¦ γῇ Αἰγύπτοῦ TR ¦ Αἰγύπτῳ TNT2 WH
  48. Footnote * ⸋ ὁ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  49. Footnote * ⸂ κύριος ὁ θεὸς ἡμῶν RP f 35 ¦ κύριος ὁ θεὸς ὑμῶν TR ¦ ὁ θεὸς TNT2 WH NA NIV SBL
  50. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῦ ἀκούσεσθε. TR
  51. Footnote * ⸂ λόγον RP ¦ λόγια f 35 TR TNT2 WH NA NIV SBL
  52. Footnote * ⸂2 ἡμῖν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὑμῖν WH NA25
  53. Footnote * ⸆ – RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL
  54. Footnote * ⸂ τῇ καρδίᾳ RP f 35 ¦ ταῖς καρδίαις TR TNT2 WH NA NIV SBL
  55. Footnote * ⸂ γέγονεν RP f 35 TR ¦ ἐγένετο TNT2 WH NA NIV SBL
  56. Footnote * ⸉ ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ RP TR ¦ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα f 35 ¦ ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ TNT2 WH NA NIV SBL
  57. Footnote * ⸋ ὑμῶν RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL
  58. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν TR
  59. Footnote * ⸂ θεῷ RP f 35 TR TNT2 WH NIV SBL ¦ οἴκῳ NA
  60. Footnote * ⸋ ναοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  61. Footnote * ⸂ ἡ δὲ RP f 35 TR TNT2 NA NIV SBL ¦ καὶ ἡ WH
  62. Footnote * ⸂ τῇ καρδίᾳ RP f 35 TR ¦ καρδίαις TNT2 WH NA NIV SBL
  63. Footnote * ⸂ γεγένησθε RP f 35 TR ¦ ἐγένεσθε TNT2 WH NA NIV SBL
  64. Footnote * ⸂ ἀνεῳγμένους RP f 35 TR ¦ διηνοιγμένους TNT2 WH NA NIV SBL
  65. Footnote * ⸆ – RP f 35 ¦ αὐτῶν TR TNT2 WH NA NIV SBL
  66. Footnote * ⸉ τὴν ἁμαρτίαν ταύτην RP f 35 TR ¦ ταύτην τὴν ἁμαρτίαν TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.