Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 28

Καὶ διασωθέντες, τότε 1⸂ἐπέγνωσαν⸃ ὅτι Μελίτη ἡ νῆσος καλεῖται. Οἱ 2⸂δὲ⸃ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· 3⸂2ἀνάψαντες⸃ γὰρ πυράν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα, καὶ διὰ τὸ ψῦχος. Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων 4⸆ πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα 5⸂ἐκ⸃ τῆς θέρμης 6⸂2διεξελθοῦσα⸃ 7⸂3καθῆψεν⸃ τῆς χειρὸς αὐτοῦ. Ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, 8⸉ἔλεγον πρὸς ἀλλήλους,⸊ Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ Δίκη ζῇν οὐκ εἴασεν. Ὁ μὲν οὖν, 9⸂ἀποτινάξας⸃ τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν. Οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν· ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων, καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, 10⸂μεταβαλλόμενοι⸃ ἔλεγον 11⸉θεὸν αὐτὸν εἶναι.⸊

Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς 12⸉τρεῖς ἡμέρας⸊ φιλοφρόνως ἐξένισεν. Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίᾳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθών, καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν. Τούτου 13⸂οὖν⸃ γενομένου, καὶ οἱ λοιποὶ οἱ 14⸉ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ⸊ προσήρχοντο καὶ ἐθεραπεύοντο· οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς 15⸂τὴν χρείαν.⸃

Μετὰ δὲ τρεῖς μῆνας 16⸂ἤχθημεν⸃ ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις. Καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς· ὅθεν 17⸂περιελθόντες⸃ κατηντήσαμεν εἰς Ῥήγιον, καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους· οὗ εὑρόντες ἀδελφούς, παρεκλήθημεν 18⸂ἐπ᾽⸃ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθομεν. Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, 19⸂ἐξῆλθον⸃ εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν· οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ θεῷ, ἔλαβεν θάρσος.

Ὅτε δὲ 20⸂ἤλθομεν⸃ εἰς Ῥώμην, 21⸂2ὁ ἑκατόνταρχος παρέδωκεν τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳ ἐπετράπη⸃ μένειν καθ᾽ ἑαυτόν, σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.

Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι 22⸂τὸν Παῦλον⸃ τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν, ἔλεγεν πρὸς αὐτούς, 23⸉Ἄνδρες ἀδελφοί, ἐγὼ⸊ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσιν τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων· οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί. Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι 24⸂κατηγορῆσαι.⸃ Διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. Οἱ δὲ πρὸς αὐτὸν εἶπον, Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι 25⸉περὶ σοῦ πονηρόν.⸊ Ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν 26⸉ἐστιν ἡμῖν⸊ ὅτι πανταχοῦ ἀντιλέγεται.

Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, 27⸂ἧκον⸃ πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες· οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ, πείθων τε αὐτοὺς 28⸋τὰ⸌ περὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν. Ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας 29⸂ἡμῶν,⸃ 30⸂λέγον,⸃ Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν, Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. Γνωστὸν οὖν 31⸉ἔστω ὑμῖν,⸊ ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη 32⸆ τὸ σωτήριον τοῦ θεοῦ, αὐτοὶ καὶ ἀκούσονται. 33⸋Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν.⸌ 34

⸂Ἔμεινεν⸃ δὲ 35⸋ὁ Παῦλος⸌ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ, καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ χριστοῦ, μετὰ πάσης παρρησίας, ἀκωλύτως.

Source notes (35)
  1. Footnote * ⸂ ἐπέγνωσαν RP f 35 TR ¦ ἐπέγνωμεν TNT2 WH NA NIV SBL
  2. Footnote * ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂2 ἀνάψαντες RP f 35 TR ¦ ἅψαντες TNT2 WH NA NIV SBL
  4. Footnote * ⸆ – RP f 35 TR ¦ τι TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂ ἐκ RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL
  6. Footnote * ⸂2 διεξελθοῦσα RP ¦ ἐξελθοῦσα f 35 TR TNT2 WH NA NIV SBL
  7. Footnote * ⸂3 καθῆψεν RP TNT2 NA NIV ¦ καθήψατο f 35 ¦ καθῆψε TR WH SBL
  8. Footnote * ⸉ ἔλεγον πρὸς ἀλλήλους RP f 35 TR ¦ πρὸς ἀλλήλους ἔλεγον TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂ ἀποτινάξας RP TR TNT2 WH NA NIV SBL ¦ ἀποτιναξάμενος f 35
  10. Footnote * ⸂ μεταβαλλόμενοι RP f 35 TR ¦ μεταβαλόμενοι TNT2 WH NA NIV SBL
  11. Footnote * ⸉ θεὸν αὐτὸν εἶναι RP f 35 TR ¦ αὐτὸν εἶναι θεόν TNT2 WH NA NIV SBL
  12. Footnote * ⸉ τρεῖς ἡμέρας RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἡμέρας τρεῖς WH NA25
  13. Footnote * ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
  14. Footnote * ⸉ ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ RP f 35 TR ¦ ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας TNT2 WH NA NIV SBL
  15. Footnote * ⸂ τὴν χρείαν RP f 35 TR ¦ τὰς χρείας TNT2 WH NA NIV SBL
  16. Footnote * ⸂ ἤχθημεν RP ¦ ἀνήχθημεν f 35 TR TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂ περιελθόντες RP f 35 TR TNT2 NA25 ¦ περιελόντες WH NA27+28 NIV SBL
  18. Footnote * ⸂ ἐπ᾽ RP f 35 TR ¦ παρ᾽ TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂ ἐξῆλθον RP f 35 TR ¦ ἦλθαν TNT2 WH NA NIV SBL
  20. Footnote * ⸂ ἤλθομεν RP f 35 TR ¦ εἰσήλθαμεν TNT2 WH ¦ εἰσήλθομεν NA NIV SBL
  21. Footnote * ⸂2 ὁ ἑκατόνταρχος … τῷ δὲ Παύλῳ ἐπετράπη RP f 35 TR ¦ ἐπετράπη τῷ Παύλῳ TNT2 WH NA NIV SBL
  22. Footnote * ⸂ τὸν Παῦλον RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL
  23. Footnote * ⸉ Ἄνδρες ἀδελφοί, ἐγὼ RP f 35 TR ¦ Ἐγώ, ἄνδρες ἀδελφοί TNT2 WH NA NIV SBL
  24. Footnote * ⸂ κατηγορῆσαι RP f 35 TR ¦ κατηγορεῖν TNT2 WH NA NIV SBL
  25. Footnote * ⸉ περὶ σοῦ πονηρόν RP TR TNT2 WH NA NIV SBL ¦ πονηρὸν περὶ σοῦ f 35
  26. Footnote * ⸉ ἐστιν ἡμῖν RP f 35 TR ¦ ἡμῖν ἐστιν TNT2 WH NA NIV SBL
  27. Footnote * ⸂ ἧκον RP f 35 TR SBL ¦ ἦλθον TNT2 NA NIV ¦ ἦλθαν WH
  28. Footnote * ⸋ τὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  29. Footnote * ⸂ ἡμῶν RP f 35 TR ¦ ὑμῶν TNT2 WH NA NIV SBL
  30. Footnote * ⸂ λέγον RP f 35 TR ¦ λέγων TNT2 WH NA NIV SBL
  31. Footnote * ⸉ ἔστω ὑμῖν RP f 35 TR TNT2 NA NIV SBL ¦ ὑμῖν ἔστω WH
  32. Footnote * ⸆ – RP f 35 TR ¦ τοῦτο TNT2 WH NA NIV SBL
  33. Footnote * ⸋ Καὶ ταῦτα αὐτοῦ εἰπόντος … συζήτησιν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  34. Footnote * ⸂ Ἔμεινεν RP f 35 ¦ Ἔμεινε TR ¦ Ἐνέμεινεν TNT2 WH NA NIV SBL
  35. Footnote * ⸋ ὁ Παῦλος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.