Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 23

Ἀτενίσας δὲ 1⸂ὁ Παῦλος τῷ συνεδρίῳ⸃ εἶπεν, Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν, Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; Οἱ δὲ παρεστῶτες εἶπον, Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; Ἔφη τε ὁ Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ, 2⸆ Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν 3⸉Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων,⸊ 4⸂ἔκραξεν⸃ ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς 5⸂2Φαρισαίου·⸃ περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν 6⸋ἐγὼ⸌ κρίνομαι. Τοῦτο δὲ αὐτοῦ 7⸂λαλήσαντος,⸃ ἐγένετο στάσις τῶν Φαρισαίων, 8⸆ καὶ ἐσχίσθη τὸ πλῆθος. Σαδδουκαῖοι 9⸋μὲν⸌ γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν, 10⸂μηδὲ ἄγγελον, μήτε πνεῦμα·⸃ Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες 11⸂οἱ γραμματεῖς⸃ τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, 12⸋μὴ θεομαχῶμεν.⸌ Πολλῆς δὲ 13⸂γενομένης⸃ στάσεως, 14⸂2εὐλαβηθεὶς⸃ ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾽ αὐτῶν, ἐκέλευσεν τὸ στράτευμα 15⸂3καταβῆναι καὶ ἁρπάσαι⸃ αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν 16⸋τε⸌ εἰς τὴν παρεμβολήν.

Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν, Θάρσει 17⸋Παῦλε·⸌ ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτως σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.

Γενομένης δὲ ἡμέρας, ποιήσαντές 18⸂τινες τῶν Ἰουδαίων συστροφήν,⸃ ἀνεθεμάτισαν ἑαυτούς, 19⸋λέγοντες⸌ μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ 20⸂2ἀποκτείνωσιν⸃ τὸν Παῦλον. Ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν 21⸂πεποιηκότες·⸃ οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτούς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. Νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως 22⸋αὔριον⸌ 23⸉αὐτὸν καταγάγῃ⸊ 24⸂πρὸς⸃ ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου 25⸂τὸ ἔνεδρον,⸃ παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλεν τῷ Παύλῳ. Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτον 26⸂ἀπάγαγε⸃ πρὸς τὸν χιλίαρχον· ἔχει γάρ 27⸉τι ἀπαγγεῖλαι⸊ αὐτῷ. Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον, καί φησιν, Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν 28⸂νεανίαν⸃ ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι. Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; Εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον 29⸉εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον,⸊ ὡς 30⸂μέλλοντά⸃ τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν 31⸉ἕτοιμοί εἰσιν⸊ προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσεν τὸν 32⸂νεανίαν,⸃ παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός 33⸂2με.⸃ Καὶ προσκαλεσάμενος 34⸉δύο τινὰς⸊ τῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός· κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσιν πρὸς Φήλικα τὸν ἡγεμόνα· γράψας ἐπιστολὴν 35⸂περιέχουσαν⸃ τὸν τύπον τοῦτον·

Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. Τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην 36⸋αὐτόν,⸌ μαθὼν ὅτι Ῥωμαῖός ἐστιν. Βουλόμενος 37⸂δὲ⸃ 38⸂2γνῶναι⸃ τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον 39⸋αὐτὸν⸌ εἰς τὸ συνέδριον αὐτῶν· ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν 40⸆ ἄξιον θανάτου ἢ δεσμῶν 41⸉ἔγκλημα ἔχοντα.⸊ Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα 42⸋μέλλειν⸌ ἔσεσθαι 43⸋2ὑπὸ τῶν Ἰουδαίων,⸌ 44⸂ἐξαυτῆς⸃ ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν 45⸋3τὰ⸌ πρὸς αὐτὸν ἐπὶ σοῦ. 46⸋4Ἔρρωσο.⸌

Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ 47⸋τῆς⸌ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. Τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς 48⸂πορεύεσθαι⸃ σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. Ἀναγνοὺς δὲ 49⸋ὁ ἡγεμών,⸌ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστίν, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται. 50⸂Ἐκέλευσέν τε αὐτὸν ἐν τῷ πραιτωρίῳ 51⸆ Ἡρῴδου φυλάσσεσθαι.⸃

Source notes (51)
  1. Footnote * ⸂ ὁ Παῦλος τῷ συνεδρίῳ RP f 35 TR NA NIV SBL ¦ τῷ συνεδρίῳ ὁ Παῦλος TNT2 ¦ Παῦλος τῷ συνεδρίῳ WH
  2. Footnote * ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL
  3. Footnote * ⸉ Σαδδουκαίων … Φαρισαίων RP TR TNT2 WH NA NIV SBL ¦ Φαρισαίων … Σαδδουκαίων f 35
  4. Footnote * ⸂ ἔκραξεν RP f 35 TR ¦ ἔκραζεν TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂2 Φαρισαίου RP f 35 TR ¦ Φαρισαίων TNT2 WH NA NIV SBL
  6. Footnote * ⸋ ἐγὼ RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11
  7. Footnote * ⸂ λαλήσαντος RP f 35 TR ¦ εἰπόντος TNT2 NA27+28 NIV ¦ λαλοῦντος WH NA25 SBL
  8. Footnote * ⸆ – RP ¦ καὶ τῶν Σαδδουκαίων f 35 TR ¦ καὶ Σαδδουκαίων TNT2 WH NA NIV SBL
  9. Footnote * ⸋ μὲν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  10. Footnote * ⸂ μηδὲ ἄγγελον, μήτε πνεῦμα RP TR ¦ μήτε ἄγγελον, μήτε πνεῦμα f 35 TNT2 WH NA NIV SBL
  11. Footnote * ⸂ οἱ γραμματεῖς RP f 35 TR ¦ τινὲς τῶν γραμματέων TNT2 WH NA NIV SBL
  12. Footnote * ⸋ μὴ θεομαχῶμεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  13. Footnote * ⸂ γενομένης RP f 35 TR TNT2 ¦ γινομένης WH NA NIV SBL
  14. Footnote * ⸂2 εὐλαβηθεὶς RP f 35 TR ¦ φοβηθεὶς TNT2 WH NA NIV SBL
  15. Footnote * ⸂3 καταβῆναι καὶ ἁρπάσαι RP f 35 ¦ καταβὰν ἁρπάσαι TR TNT2 WH NA NIV SBL
  16. Footnote * ⸋ τε RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
  17. Footnote * ⸋ Παῦλε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂ τινες τῶν Ἰουδαίων συστροφήν RP f 35 TR ¦ συστροφὴν οἱ Ἰουδαῖοι TNT2 WH NA NIV SBL
  19. Footnote * ⸋ λέγοντες RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  20. Footnote * ⸂2 ἀποκτείνωσιν RP TNT2 WH NA NIV SBL ¦ ἀνέλωσιν f 35 ¦ ἀποκτείνωσι TR
  21. Footnote * ⸂ πεποιηκότες RP f 35 TR ¦ ποιησάμενοι TNT2 WH NA NIV SBL
  22. Footnote * ⸋ αὔριον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  23. Footnote * ⸉ αὐτὸν καταγάγῃ RP TR ¦ καταγάγῃ αὐτὸν f 35 TNT2 WH NA NIV SBL
  24. Footnote * ⸂ πρὸς RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL
  25. Footnote * ⸂ τὸ ἔνεδρον RP f 35 TR ¦ τὴν ἐνέδραν TNT2 WH NA NIV SBL
  26. Footnote * ⸂ ἀπάγαγε RP f 35 TR NA27+28 NIV ¦ ἄπαγε TNT2 WH NA25 SBL
  27. Footnote * ⸉ τι ἀπαγγεῖλαι RP f 35 TR ¦ ἀπαγγεῖλαι τι TNT2 WH NA NIV SBL
  28. Footnote * ⸂ νεανίαν RP f 35 TR WH SBL ¦ νεανίσκον TNT2 NA NIV
  29. Footnote * ⸉ εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον RP f 35 TR ¦ τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον TNT2 WH NA NIV SBL
  30. Footnote * ⸂ μέλλοντά RP ¦ μέλλοντές f 35 TR ¦ μέλλων TNT2 WH ¦ μέλλον NA NIV SBL
  31. Footnote * ⸉ ἕτοιμοί εἰσιν RP f 35 ¦ ἕτοιμοί εἰσι TR ¦ εἰσιν ἕτοιμοί TNT2 WH NA NIV SBL
  32. Footnote * ⸂ νεανίαν RP f 35 TR ¦ νεανίσκον TNT2 WH NA NIV SBL
  33. Footnote * ⸂2 με RP f 35 TR NA27+28 NIV ¦ ἐμέ TNT2 WH NA25 SBL
  34. Footnote * ⸉ δύο τινὰς RP f 35 TR NA27+28 NIV ¦ τινὰς δύο TNT2 WH NA25 SBL
  35. Footnote * ⸂ περιέχουσαν RP f 35 TR ¦ ἔχουσαν TNT2 WH NA NIV SBL
  36. Footnote * ⸋ αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  37. Footnote * ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL
  38. Footnote * ⸂2 γνῶναι RP f 35 TR ¦ ἐπιγνῶναι TNT2 WH NA NIV SBL
  39. Footnote * ⸋ αὐτὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  40. Footnote * ⸆ – RP f 35 ¦ δὲ TR TNT2 WH NA NIV SBL
  41. Footnote * ⸉ ἔγκλημα ἔχοντα RP f 35 TR ¦ ἔχοντα ἔγκλημα TNT2 WH NA NIV SBL
  42. Footnote * ⸋ μέλλειν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  43. Footnote * ⸋2 ὑπὸ τῶν Ἰουδαίων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  44. Footnote * ⸂ ἐξαυτῆς RP f 35 TR WH NA NIV SBL ¦ ἐξ αὐτῶν TNT2
  45. Footnote * ⸋3 τὰ RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL
  46. Footnote * ⸋4 Ἔρρωσο. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  47. Footnote * ⸋ τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  48. Footnote * ⸂ πορεύεσθαι RP f 35 TR ¦ ἀπέρχεσθαι TNT2 WH NA NIV SBL
  49. Footnote * ⸋ ὁ ἡγεμών RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  50. Footnote * ⸂ Ἐκέλευσέν τε αὐτὸν … φυλάσσεσθαι. RP f 35 TR ¦ Κελεύσας … φυλάσσεσθαι αὐτὸν. TNT2 WH NA NIV SBL
  51. Footnote * ⸆ – RP ¦ τοῦ f 35 TR TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.