Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β 2

Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾽ αὐτόν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοός, 1⸂μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς⸃ ὡς δι᾽ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα 2⸂2τοῦ χριστοῦ·⸃ μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς 3⸂ἁμαρτίας,⸃ ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ 4⸋ὡς θεὸν⸌ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶν θεός. Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον ὑμῖν; Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ 5⸂ἑαυτοῦ⸃ καιρῷ. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται, καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν 6⸂ὁ κύριος⸃ 7⸂2ἀναλώσει⸃ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστὶν ἡ παρουσία κατ᾽ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ 8⸋τῆς⸌ ἀδικίας 9⸋2ἐν⸌ τοῖς ἀπολλυμένοις, ἀνθ᾽ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. Καὶ διὰ τοῦτο 10⸂πέμψει⸃ αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· ἵνα κριθῶσιν 11⸂πάντες⸃ οἱ μὴ πιστεύσαντες 12⸂2τῇ ἀληθείᾳ, ἀλλ᾽ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.⸃

Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ θεὸς 13⸂ἀπ᾽ ἀρχῆς⸃ εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος, καὶ πίστει ἀληθείας· εἰς ὃ 14⸆ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ. Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν.

Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς χριστός, 15⸂καὶ ὁ θεὸς καὶ πατὴρ ἡμῶν⸃ ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι 16⸋ὑμᾶς⸌ ἐν παντὶ 17⸉λόγῳ καὶ ἔργῳ⸊ ἀγαθῷ.

Source notes (17)
  1. Footnote * ⸂ μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς RP f 35 TR ¦ μηδὲ θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς TNT2 WH NA NIV SBL Ead
  2. Footnote * ⸂2 τοῦ χριστοῦ RP f 35 TR ¦ τοῦ κυρίου TNT2 WH NA NIV SBL Ead
  3. Footnote * ⸂ ἁμαρτίας RP f 35 TR Ead ¦ ἀνομίας TNT2 WH NA NIV SBL
  4. Footnote * ⸋ ὡς θεὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
  5. Footnote * ⸂ ἑαυτοῦ RP f 35 TR NA27+28 NIV SBL Ead ¦ αὐτοῦ TNT2 WH NA25
  6. Footnote * ⸂ ὁ κύριος RP f 35 TR ¦ ὁ κύριος Ἰησοῦς TNT2 WH NA NIV SBL Ead
  7. Footnote * ⸂2 ἀναλώσει RP f 35 TR ¦ ἀνελεῖ TNT2 WH NA NIV SBL Ead
  8. Footnote * ⸋ τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
  9. Footnote * ⸋2 ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
  10. Footnote * ⸂ πέμψει RP f 35 TR ¦ πέμπει TNT2 WH NA NIV SBL Ead
  11. Footnote * ⸂ πάντες RP f 35 TR WH NA NIV SBL ¦ ἅπαντες TNT2 Ead
  12. Footnote * ⸂2 τῇ ἀληθείᾳ … ἐν τῇ ἀδικίᾳ RP f 35 TR ¦ τῇ ἀληθείᾳ … τῇ ἀδικίᾳ TNT2 WH NA NIV SBL
  13. Footnote * ⸂ ἀπ᾽ ἀρχῆς RP f 35 TR TNT2 WH NIV73 Ead ¦ ἀπαρχὴν NA NIV11 SBL
  14. Footnote * ⸆ – RP f 35 TR TNT2 WH NIV11 SBL Ead ¦ καὶ NA NIV73
  15. Footnote * ⸂ καὶ ὁ θεὸς καὶ πατὴρ ἡμῶν RP f 35 TR ¦ καὶ θεὸς ὁ πατὴρ ἡμῶν TNT2 SBL ¦ καὶ ὁ θεὸς ὁ πατὴρ ἡμῶν WH NA NIV Ead
  16. Footnote * ⸋ ὑμᾶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
  17. Footnote * ⸉ λόγῳ καὶ ἔργῳ RP f 35 TR ¦ ἔργῳ καὶ λόγῳ TNT2 WH NA NIV SBL Ead

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.