Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΙΩΑΝΝΟΥ Β 1

Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾽ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· ἔσται μεθ᾽ 1⸂ἡμῶν⸃ χάρις, ἔλεος, εἰρήνη παρὰ θεοῦ πατρός, καὶ παρὰ 2⸂2κυρίου Ἰησοῦ χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός,⸃ ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.

Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. Καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν 3⸂γράφων σοι καινήν,⸃ ἀλλὰ ἣν εἴχομεν ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. Αὕτη 4⸉ἐστὶν ἡ ἐντολή,⸊ καθὼς ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. Ὅτι πολλοὶ πλάνοι 5⸂εἰσῆλθον εἰς⸃ τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν χριστὸν ἐρχόμενον ἐν σαρκί. Οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. Βλέπετε ἑαυτούς, 6⸂ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν.⸃ Πᾶς ὁ 7⸂παραβαίνων⸃ καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ χριστοῦ, θεὸν οὐκ ἔχει· ὁ 8⸆ μένων ἐν τῇ διδαχῇ 9⸋τοῦ χριστοῦ,⸌ οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· ὁ 10⸉γὰρ λέγων⸊ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.

Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος· ἀλλὰ ἐλπίζω 11⸂ἐλθεῖν⸃ πρὸς ὑμᾶς, καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ 12⸂2ἡμῶν⸃ 13⸉ᾖ πεπληρωμένη.⸊

Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. 14⸋Ἀμήν.⸌

Source notes (14)
  1. Footnote * ⸂ ἡμῶν RP TR TNT2 WH NA NIV SBL ¦ ὑμῶν f 35
  2. Footnote * ⸂2 κυρίου Ἰησοῦ χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός RP f 35 TR ¦ Ἰησοῦ χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂ γράφων σοι καινήν RP f 35 WH NA25+28 ¦ γράφω σοι καινήν TR ¦ καινήν γράφων σοι TNT2 NA27 NIV SBL
  4. Footnote * ⸉ ἐστὶν ἡ ἐντολή RP f 35 TR ¦ ἡ ἐντολή ἐστὶν TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂ εἰσῆλθον εἰς RP f 35 TR ¦ ἐξῆλθαν εἰς TNT2 WH ¦ ἐξῆλθον εἰς NA NIV SBL
  6. Footnote * ⸂ ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ … ἀπολάβωμεν. RP f 35 TR ¦ ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε, ἀλλὰ … ἀπολάβητε TNT2 NIV73 ¦ ἵνα μὴ ἀπολέσητε ἃ εἰργασάμεθα, ἀλλὰ … ἀπολάβητε WH NA NIV11 SBL
  7. Footnote * ⸂ παραβαίνων RP f 35 TR ¦ προάγων TNT2 WH NA NIV SBL
  8. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ δὲ f 35
  9. Footnote * ⸋ τοῦ χριστοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  10. Footnote * ⸉ γὰρ λέγων RP f 35 TR ¦ λέγων γὰρ TNT2 WH NA NIV SBL
  11. Footnote * ⸂ ἐλθεῖν RP f 35 TR ¦ γενέσθαι TNT2 WH NA NIV SBL
  12. Footnote * ⸂2 ἡμῶν RP f 35 TR NA NIV ¦ ὑμῶν TNT2 WH SBL
  13. Footnote * ⸉ ᾖ πεπληρωμένη RP f 35 TR TNT2 NA28 ¦ πεπληρωμένη ᾖ WH NA25+27 NIV SBL
  14. Footnote * ⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.