Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΟΡΙΝΘΙΟΥΣ Β 11

Ὄφελον ἀνείχεσθέ μου μικρὸν 1⸂τῇ ἀφροσύνῃ·⸃ ἀλλὰ καὶ ἀνέχεσθέ μου. Ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ χριστῷ. Φοβοῦμαι δὲ μήπως ὡς ὁ ὄφις 2⸉Εὔαν ἐξηπάτησεν⸊ ἐν τῇ πανουργίᾳ αὐτοῦ, 3⸂οὕτως⸃ φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος 4⸆ τῆς εἰς 5⸋τὸν⸌ χριστόν. Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνείχεσθε. Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν ἀποστόλων. Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ᾽ οὐ τῇ γνώσει· ἀλλ᾽ ἐν παντὶ 6⸂φανερωθέντες⸃ ἐν πᾶσιν εἰς ὑμᾶς. Ἢ ἁμαρτίαν ἐποίησα 7⸂ἐμαυτὸν⸃ ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν; Ἄλλας ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν· καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθείς, οὐ κατενάρκησα οὐδενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοί, ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ 8⸉ὑμῖν ἐμαυτὸν⸊ ἐτήρησα καὶ τηρήσω. Ἔστιν ἀλήθεια χριστοῦ ἐν ἐμοί, ὅτι ἡ καύχησις αὕτη οὐ 9⸂φραγήσεται⸃ εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας. Διὰ τί; Ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ θεὸς οἶδεν. Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς. Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους χριστοῦ. Καὶ οὐ 10⸂θαυμαστόν·⸃ αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.

Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα 11⸉κἀγὼ μικρόν τι⸊ καυχήσωμαι. Ὃ λαλῶ, οὐ 12⸉λαλῶ κατὰ κύριον,⸊ ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ 13⸋τὴν⸌ σάρκα, κἀγὼ καυχήσομαι. Ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες. Ἀνέχεσθε γάρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις 14⸉ὑμᾶς εἰς πρόσωπον⸊ δέρει. Κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς 15⸂ἠσθενήσαμεν·⸃ ἐν ᾧ δ᾽ ἄν τις τολμᾷ—ἐν ἀφροσύνῃ λέγω—τολμῶ κἀγώ. Ἑβραῖοί εἰσιν; Κἀγώ. Ἰσραηλῖταί εἰσιν; Κἀγώ. Σπέρμα Ἀβραάμ εἰσιν; Κἀγώ. Διάκονοι χριστοῦ εἰσιν;—παραφρονῶν λαλῶ—Ὑπὲρ ἐγώ. Ἐν κόποις περισσοτέρως, 16⸉ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως,⸊ ἐν θανάτοις πολλάκις, ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον. Τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· 17⸂ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι.⸃ Χωρὶς τῶν παρεκτός, ἡ ἐπισύστασίς 18⸂μου⸃ ἡ καθ᾽ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ὁ θεὸς καὶ πατὴρ 19⸂τοῦ κυρίου Ἰησοῦ χριστοῦ⸃ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν 20⸉Δαμασκηνῶν πόλιν,⸊ πιάσαι με 21⸋θέλων·⸌ καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.

Source notes (21)
  1. Footnote * ⸂ τῇ ἀφροσύνῃ RP f 35 TR ¦ τι ἀφροσύνης TNT2 WH NA NIV SBL
  2. Footnote * ⸉ Εὔαν ἐξηπάτησεν RP f 35 TR ¦ Ἐξηπάτησεν εὔαν TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂ οὕτως RP f 35 ¦ οὕτω TR ¦ – TNT2 WH NA NIV SBL
  4. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ τῆς ἁγνότητος TNT2 WH NA NIV SBL
  5. Footnote * ⸋ τὸν RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ – NA25
  6. Footnote * ⸂ φανερωθέντες RP f 35 TR ¦ φανερώσαντες TNT2 WH NA NIV SBL
  7. Footnote * ⸂ ἐμαυτὸν RP TR TNT2 WH NA NIV SBL ¦ ἑαυτὸν f 35
  8. Footnote * ⸉ ὑμῖν ἐμαυτὸν RP f 35 TR ¦ ἐμαυτὸν ὑμῖν TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂ φραγήσεται RP f 35 TNT2 WH NA NIV SBL ¦ σφραγίσεται TR
  10. Footnote * ⸂ θαυμαστόν RP f 35 TR ¦ θαῦμα TNT2 WH NA NIV SBL
  11. Footnote * ⸉ κἀγὼ μικρόν τι RP f 35 TNT2 WH NA NIV SBL ¦ μικρόν τι κἀγὼ TR
  12. Footnote * ⸉ λαλῶ κατὰ κύριον RP f 35 TR ¦ κατὰ κύριον λαλῶ TNT2 WH NA NIV SBL
  13. Footnote * ⸋ τὴν RP f 35 TR WH NA25 ¦ – TNT2 NA27+28 NIV SBL
  14. Footnote * ⸉ ὑμᾶς εἰς πρόσωπον RP f 35 TR ¦ εἰς πρόσωπον ὑμᾶς TNT2 WH NA NIV SBL
  15. Footnote * ⸂ ἠσθενήσαμεν RP f 35 TR ¦ ἠσθενήκαμεν TNT2 WH NA NIV SBL
  16. Footnote * ⸉ ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως RP f 35 TR ¦ ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂ ἐν κόπῳ … ἐν ἀγρυπνίαις … ἐν λιμῷ … ἐν νηστείαις … ἐν ψύχει καὶ γυμνότητι. RP f 35 TR ¦ κόπῳ … ἐν ἀγρυπνίαις … ἐν λιμῷ … ἐν νηστείαις … ἐν ψύχει καὶ γυμνότητι. TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂ μου RP f 35 TR ¦ μοι TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂ τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP f 35 ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ TR ¦ τοῦ κυρίου Ἰησοῦ TNT2 WH NA NIV SBL
  20. Footnote * ⸉ Δαμασκηνῶν πόλιν RP f 35 TR ¦ πόλιν Δαμασκηνῶν TNT2 WH NA NIV SBL
  21. Footnote * ⸋ θέλων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.