Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΕΤΡΟΥ Α 5

Πρεσβυτέρους 1⸆ 2⸋τοὺς⸌ ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός· ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, 3⸋ἐπισκοποῦντες⸌ μὴ ἀναγκαστῶς, ἀλλ᾽ ἑκουσίως· 4⸆ μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως· μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου. Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.

Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις 5⸋ὑποτασσόμενοι,⸌ τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει 6⸂περὶ⸃ ὑμῶν.

Νήψατε, γρηγορήσατε· 7⸆ ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, 8⸂περιπατεῖ⸃ ζητῶν 9⸂2τίνα καταπίῃ·⸃ ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν 10⸆ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. Ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας 11⸂ὑμᾶς⸃ εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν 12⸂2χριστῷ Ἰησοῦ,⸃ ὀλίγον παθόντας αὐτὸς 13⸂3καταρτίσαι ὑμᾶς· στηρίξει, σθενώσει, θεμελιώσει.⸃ Αὐτῷ 14⸋ἡ δόξα καὶ⸌ τὸ κράτος εἰς τοὺς αἰῶνας 15⸋2τῶν αἰώνων.⸌ Ἀμήν.

Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ εἰς ἣν 16⸂ἑστήκατε.⸃ Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος ὁ υἱός μου. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.

Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν 17⸂χριστῷ Ἰησοῦ.⸃ 18⸋Ἀμήν.⸌

Source notes (18)
  1. Footnote * ⸆ – RP f 35 TR NA28 ¦ οὖν TNT2 WH NA25+27 NIV SBL
  2. Footnote * ⸋ τοὺς RP f 35 TR NA28 ¦ – TNT2 WH NA25+27 NIV SBL
  3. Footnote * ⸋ ἐπισκοποῦντες RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  4. Footnote * ⸆ – RP f 35 TR WH ¦ κατὰ θεόν TNT2 NA NIV SBL
  5. Footnote * ⸋ ὑποτασσόμενοι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  6. Footnote * ⸂ περὶ RP TR TNT2 WH NA NIV SBL ¦ ὑπερ f 35
  7. Footnote * ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ὅτι f 35 TR
  8. Footnote * ⸂ περιπατεῖ RP TR TNT2 WH NA NIV SBL ¦ περιέρχεται f 35
  9. Footnote * ⸂2 τίνα καταπίῃ RP TR ¦ τίνα καταπιεῖν f 35 NA NIV SBL ¦ καταπιεῖν TNT2 WH
  10. Footnote * ⸆ – RP f 35 TR NA28 ¦ τῷ TNT2 WH NA25+27 NIV SBL
  11. Footnote * ⸂ ὑμᾶς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἡμᾶς TR
  12. Footnote * ⸂2 χριστῷ Ἰησοῦ RP f 35 TR TNT2 NA27 ¦ χριστῷ WH NA25+28 NIV SBL
  13. Footnote * ⸂3 καταρτίσαι ὑμᾶς· στηρίξει, σθενώσει, θεμελιώσει RP ¦ καταρτίσαι ὑμᾶς· στηρίξαι, σθενώσαι, θεμελιώσαι f 35 TR ¦ καταρτίσει, στηρίξει, σθενώσει TNT2 WH ¦ καταρτίσει, στηρίξει, σθενώσει, θεμελιώσει NA NIV SBL
  14. Footnote * ⸋ ἡ δόξα καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  15. Footnote * ⸋2 τῶν αἰώνων RP f 35 TR TNT2 NA25 NIV SBL ¦ – WH NA27+28
  16. Footnote * ⸂ ἑστήκατε RP f 35 TR ¦ στῆτε TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂ χριστῷ Ἰησοῦ RP f 35 TR ¦ χριστῷ TNT2 WH NA NIV SBL
  18. Footnote * ⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.