Η Καινή Διαθήκη
ΙΩΑΝΝΟΥ Α 4
Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ θεοῦ ἐστίν· ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ 1⸂γινώσκεται⸃ τὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ 2⸂2Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστίν· καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα,⸃ ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστέ, τεκνία, καὶ νενικήκατε αὐτούς· ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ. Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν, καὶ ὁ κόσμος αὐτῶν ἀκούει. Ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμέν· ὁ γινώσκων τὸν θεόν, ἀκούει ἡμῶν· ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, οὐκ ἀκούει ἡμῶν. Ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.
Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους· ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστίν, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν θεόν. Ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν· ὅτι ὁ θεὸς ἀγάπη ἐστίν. Ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον, ἵνα ζήσωμεν δι᾽ αὐτοῦ. Ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι 3⸂ἡμεῖς ἠγαπήσαμεν τὸν θεόν, ἀλλ᾽ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς,⸃ καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Ἀγαπητοί, εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾷν. Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ 4⸉τετελειωμένη ἐστὶν ἐν ἡμῖν.⸊ Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. Ὃς 5⸂ἂν⸃ ὁμολογήσῃ ὅτι 6⸂2Ἰησοῦς⸃ ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν. Ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, 7⸂ἐν τῷ θεῷ μένει, καὶ ὁ θεὸς ἐν αὐτῷ μένει.⸃ Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾽ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν, καὶ ἡμεῖς ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ. Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾽ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει· ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. Ἡμεῖς 8⸂ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.⸃ 9⸂Ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ,⸃ ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐχ ἑώρακεν 10⸂2πῶς⸃ δύναται ἀγαπᾷν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾽ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν θεόν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
Source notes (10)
- Footnote * ⸂ γινώσκεται RP f 35 ¦ γινώσκετε TR TNT2 WH NA NIV SBL
- Footnote * ⸂2 Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα … Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα RP f 35 ¦ Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα … τὸν Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα TR ¦ Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα … τὸν Ἰησοῦν TNT2 WH NA NIV SBL
- Footnote * ⸂ ἡμεῖς ἠγαπήσαμεν τὸν θεόν … αὐτὸς ἠγάπησεν ἡμᾶς RP f 35 TR TNT2 ¦ ἡμεῖς ἠγαπήκαμεν τὸν θεόν … αὐτὸς ἠγάπησεν ἡμᾶς WH NA NIV SBL
- Footnote * ⸉ τετελειωμένη ἐστὶν ἐν ἡμῖν RP f 35 TR ¦ τετελειωμένη ἐν ἡμῖν ἐστὶν TNT2 WH NA25 ¦ ἐν ἡμῖν τετελειωμένη ἐστὶν NA27+28 NIV SBL
- Footnote * ⸂ ἂν RP f 35 TR TNT2 ¦ ἐὰν WH NA NIV SBL
- Footnote * ⸂2 Ἰησοῦς RP f 35 TR TNT2 SBL ¦ Ἰησοῦς χριστός WH NA NIV
- Footnote * ⸂ ἐν τῷ θεῷ μένει, καὶ ὁ θεὸς ἐν αὐτῷ μένει. RP WH NA NIV SBL ¦ ἐν τῷ θεῷ μένει, καὶ ὁ θεὸς ἐν αὐτῷ. f 35 TR TNT2
- Footnote * ⸂ ἀγαπῶμεν αὐτόν … ἠγάπησεν ἡμᾶς RP f 35 TR ¦ ἀγαπῶμεν … ἠγάπησεν ἡμᾶς TNT2 WH NA NIV SBL
- Footnote * ⸂ Ἐάν τις εἴπῃ … καὶ … μισῇ RP TR TNT2 WH NA NIV SBL ¦ Ἐάν τις εἴπῃ … καὶ … μισεῖ f 35
- Footnote * ⸂2 πῶς RP f 35 TR ¦ οὐ TNT2 WH NA NIV SBL
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.