Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΟΡΙΝΘΙΟΥΣ Α 10

Οὐ θέλω 1⸂δὲ⸃ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν 2⸂ἐβαπτίσαντο⸃ ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ 3⸉βρῶμα πνευματικὸν⸊ ἔφαγον, καὶ πάντες τὸ αὐτὸ 4⸉πόμα πνευματικὸν ἔπιον·⸊ ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ 5⸉2δὲ πέτρα⸊ ἦν ὁ χριστός. Ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· 6⸂ὥσπερ⸃ γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον 7⸋ἐν⸌ μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. Μηδὲ ἐκπειράζωμεν 8⸂τὸν χριστόν,⸃ καθὼς 9⸋καί⸌ τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων 10⸂2ἀπώλοντο.⸃ Μηδὲ γογγύζετε, 11⸂καθὼς⸃ 12⸋καί⸌ τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Ταῦτα δὲ 13⸋πάντα⸌ 14⸂τύποι συνέβαινον⸃ ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων 15⸂2κατήντησεν.⸃ Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· 16⸂πιστὸς⸃ δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι 17⸋ὑμᾶς⸌ ὑπενεγκεῖν.

Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας. Ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι. Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία 18⸉τοῦ αἵματος τοῦ χριστοῦ ἐστίν;⸊ Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ χριστοῦ ἐστίν; Ὅτι εἷς ἄρτος, ἓν σῶμα, οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· 19⸂οὐχὶ⸃ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; Τί οὖν φημι; 20⸉Ὅτι εἴδωλόν τί ἐστιν; Ἢ ὅτι εἰδωλόθυτόν τί ἐστιν;⸊ Ἀλλ᾽ ὅτι 21⸂ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ θεῷ·⸃ οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. Οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. Ἢ παραζηλοῦμεν τὸν κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμέν; 22

⸂Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν,⸃ ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου 23⸋ἕκαστος.⸌ Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· Τοῦ 24⸉γὰρ κυρίου⸊ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Εἰ 25⸋δέ⸌ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. Ἐὰν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο 26⸂εἰδωλόθυτόν⸃ ἐστιν, μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· 27⸋Τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.⸌ Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου· ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; Εἰ 28⸆ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. Ἀπρόσκοποι 29⸉γίνεσθε καὶ Ἰουδαίοις⸊ καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ 30⸂συμφέρον,⸃ ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.

Source notes (30)
  1. Footnote * ⸂ δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL
  2. Footnote * ⸂ ἐβαπτίσαντο RP f 35 TR TNT2 WH NA25 SBL ¦ ἐβαπτίσθησαν NA27+28 NIV
  3. Footnote * ⸉ βρῶμα πνευματικὸν RP f 35 TR ¦ πνευματικὸν βρῶμα TNT2 WH NA NIV SBL
  4. Footnote * ⸉ πόμα πνευματικὸν ἔπιον RP f 35 TR ¦ πνευματικὸν ἔπιον πόμα TNT2 WH NA NIV SBL
  5. Footnote * ⸉2 δὲ πέτρα RP f 35 TR ¦ πέτρα δὲ TNT2 WH NA NIV SBL
  6. Footnote * ⸂ ὥσπερ RP f 35 TNT2 WH NA NIV SBL ¦ ὥς TR
  7. Footnote * ⸋ ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂ τὸν χριστόν RP f 35 TR NA27+28 NIV11 SBL ¦ τὸν κύριον TNT2 WH NA25 NIV73
  9. Footnote * ⸋ καί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  10. Footnote * ⸂2 ἀπώλοντο RP f 35 TR ¦ ἀπώλλυντο TNT2 WH NA NIV SBL
  11. Footnote * ⸂ καθὼς RP f 35 TR ¦ καθάπερ TNT2 WH NA NIV SBL
  12. Footnote * ⸋ καί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  13. Footnote * ⸋ πάντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  14. Footnote * ⸂ τύποι συνέβαινον RP f 35 TR ¦ τυπικῶς συνέβαινεν TNT2 WH NA NIV SBL
  15. Footnote * ⸂2 κατήντησεν RP f 35 TR ¦ κατήντηκεν TNT2 WH NA NIV SBL
  16. Footnote * ⸂ πιστὸς RP TR TNT2 WH NA NIV SBL ¦ δυνατὸς f 35
  17. Footnote * ⸋ ὑμᾶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  18. Footnote * ⸉ τοῦ αἵματος τοῦ χριστοῦ ἐστίν RP f 35 ¦ τοῦ αἵματος τοῦ χριστοῦ ἐστί TR ¦ ἐστίν τοῦ αἵματος τοῦ χριστοῦ TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂ οὐχὶ RP f 35 TR TNT2 ¦ οὐχ WH NA NIV SBL
  20. Footnote * ⸉ Ὅτι εἴδωλόν τί ἐστιν; Ἢ ὅτι εἰδωλόθυτόν τί ἐστιν; RP f 35 TR ¦ Ὅτι εἰδωλόθυτόν τί ἐστιν; Ἢ ὅτι εἴδωλόν τί ἐστιν; TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂ ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ θεῷ· RP f 35 TR ¦ ἃ θύουσιν τὰ ἔθνη, δαιμονίοις καὶ οὐ θεῷ θύουσιν· TNT2 WH ¦ ἃ θύουσιν, δαιμονίοις καὶ οὐ θεῷ θύουσιν· NA NIV SBL
  22. Footnote * ⸂ Πάντα μοι ἔξεστιν … Πάντα μοι ἔξεστιν RP f 35 TR ¦ Πάντα ἔξεστιν … Πάντα ἔξεστιν TNT2 WH NA NIV SBL
  23. Footnote * ⸋ ἕκαστος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  24. Footnote * ⸉ γὰρ κυρίου RP f 35 TR ¦ κυρίου γὰρ TNT2 WH NA NIV SBL
  25. Footnote * ⸋ δέ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  26. Footnote * ⸂ εἰδωλόθυτόν RP f 35 TR ¦ ἱερόθυτόν TNT2 WH NA NIV SBL
  27. Footnote * ⸋ Τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  28. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR
  29. Footnote * ⸉ γίνεσθε καὶ Ἰουδαίοις RP f 35 TR ¦ καὶ Ἰουδαίοις γίνεσθε TNT2 WH NA NIV SBL
  30. Footnote * ⸂ συμφέρον RP f 35 TR ¦ σύμφορον TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.