Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΤΙΤΟΝ 2

Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.

Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους ⸀μηδὲ1 οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ἵνα ⸀σωφρονίζωσι2 τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, ⸀οἰκουργούς3 ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.

Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ⸀ἀφθορίαν4 ⸀σεμνότητα5 λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων ⸂λέγειν περὶ ἡμῶν6 φαῦλον.

Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, μὴ νοσφιζομένους, ἀλλὰ ⸂πᾶσαν πίστιν7 ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν8 διδασκαλίαν ⸀τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.

Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ ⸀θεοῦ9 σωτήριος πᾶσιν ἀνθρώποις παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ⸂Ἰησοῦ Χριστοῦ10, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.

Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.

Source notes (10)
  1. Footnote μηδὲ WH Treg ] μὴ NA28 RP
  2. Footnote σωφρονίζωσι WH NA28 RP ] σωφρονίζουσιν Treg
  3. Footnote οἰκουργούς WH Treg NA28 ] οἰκουρούς RP
  4. Footnote ἀφθορίαν WH Treg NA28 ] ἀδιαφθορίαν RP
  5. Footnote σεμνότητα WH Treg NA28 ] + ἀφθαρσίαν RP
  6. Footnote λέγειν περὶ ἡμῶν WH Treg NA28 ] περὶ ἡμῶν λέγειν RP
  7. Footnote πᾶσαν πίστιν WH Treg NA28 ] πίστιν πᾶσαν RP
  8. Footnote τὴν WH Treg NA28 ] – RP
  9. Footnote θεοῦ WH Treg NA28 ] + ἡ RP
  10. Footnote Ἰησοῦ Χριστοῦ NA28 RP ] Χριστοῦ Ἰησοῦ WH Treg

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.