Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16
Καὶ ἤκουσα ⸂μεγάλης φωνῆς1 ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· Ὑπάγετε καὶ ⸀ἐκχέετε2 τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν.
Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
Καὶ ὁ ⸀δεύτερος3 ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ⸀ζωῆς4 ἀπέθανεν ⸀τὰ5 ἐν τῇ θαλάσσῃ.
Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς ⸀καὶ6 τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα. καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· Δίκαιος εἶ, ὁ 7 ὢν καὶ ὁ ἦν, ⸀ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας, ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ⸀δέδωκας8 πιεῖν· ἄξιοί εἰσιν. καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· Ναί, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
Καὶ ὁ ⸀τέταρτος9 ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι ⸂τοὺς ἀνθρώπους ἐν πυρί10. καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα· καὶ ⸀ἐβλασφήμησαν11 τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος ⸀τὴν12 ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν13 ποταμὸν τὸν μέγαν ⸀τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου. καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα ⸂τρία ἀκάθαρτα14 ὡς βάτραχοι· εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ⸀ἡμέρας15 τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος— Ἰδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ— καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.
Καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα— καὶ ἐξῆλθεν φωνὴ μεγάλη ⸀ἐκ16 τοῦ ⸀ναοῦ17 ἀπὸ τοῦ θρόνου λέγουσα· Γέγονεν— καὶ ἐγένοντο ἀστραπαὶ καὶ ⸂φωναὶ καὶ βρονταί18, καὶ σεισμὸς ⸀ἐγένετο19 μέγας, οἷος οὐκ ἐγένετο ἀφʼ οὗ ⸂ἄνθρωποι ἐγένοντο20 ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτω μέγας, καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν· καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ· καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν. καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.
Source notes (20)
- Footnote μεγάλης φωνῆς WH NA28 ] φωνῆς μεγάλης Treg RP
- Footnote ἐκχέετε WH NA28 ] ἐκχέατε Treg RP
- Footnote δεύτερος WH Treg NA28 ] + ἄγγελος RP
- Footnote ζωῆς WH Treg NA28 ] ζῶσα RP
- Footnote τὰ WH Treg NA28 ] – RP
- Footnote καὶ WH Treg NA28 ] + εἰς RP
- Footnote ὁ WH NA28 RP ] – Treg
- Footnote δέδωκας WH Treg NA28 ] ἔδωκας RP
- Footnote τέταρτος WH Treg NA28 ] + ἄγγελος RP
- Footnote τοὺς ἀνθρώπους ἐν πυρί WH Treg NA28 ] ἐν πυρί τοὺς ἀνθρώπους RP
- Footnote ἐβλασφήμησαν WH Treg NA28 ] + οἱ ἄνθρωποι RP
- Footnote τὴν WH Treg NA28 ] – RP
- Footnote τὸν WH Treg NA28 ] – RP
- Footnote τρία ἀκάθαρτα WH Treg NA28 ] ἀκάθαρτα τρία RP
- Footnote ἡμέρας WH Treg NA28 ] + ἐκείνης RP
- Footnote ἐκ WH Treg NA28 ] ἀπὸ RP
- Footnote ναοῦ WH Treg NA28 ] + τοῦ οὐρανοῦ RP
- Footnote φωναὶ καὶ βρονταί WH Treg NA28 ] βρονταί καὶ φωναὶ RP
- Footnote ἐγένετο WH Treg NA28 ] – RP
- Footnote ἄνθρωποι ἐγένοντο WH ] οἱ ἄνθρωποι ἐγένοντο RP; ἄνθρωπος ἐγένετο Treg NA28
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.