Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11
Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων· ⸀Ἔγειρε1 καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ. καὶ τὴν αὐλὴν τὴν ἔξωθεν2 τοῦ ναοῦ ἔκβαλε ⸀ἔξωθεν, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας ⸀τεσσεράκοντα3 δύο. καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, ⸀περιβεβλημένοι4 σάκκους.
Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ κυρίου τῆς γῆς ⸀ἑστῶτες5 καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις ⸂θελήσῃ αὐτοὺς6 ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι. οὗτοι ἔχουσιν ⸂τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν7, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ⸂ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν8.
Καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετʼ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς. καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ κύριος αὐτῶν ἐσταυρώθη. καὶ9 βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς ⸀καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ⸀ἀφίουσιν10 τεθῆναι εἰς μνῆμα. καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπʼ αὐτοῖς καὶ ⸀εὐφραίνονται11 καὶ δῶρα ⸀πέμψουσιν12 ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν ⸂ἐν αὐτοῖς13, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ⸀ἐπέπεσεν14 ἐπὶ τοὺς θεωροῦντας αὐτούς· καὶ ⸀ἤκουσαν15 ⸂φωνῆς μεγάλης16 ἐκ τοῦ οὐρανοῦ ⸀λεγούσης17 αὐτοῖς· ⸀Ἀνάβατε18 ὧδε, καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. καὶ ἐν ἐκείνῃ τῇ ⸀ὥρᾳ19 ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ.
Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ⸂ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη20 ἔρχεται ταχύ.
Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ ⸀λέγοντες21 Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ ⸂θεοῦ καθήμενοι22 ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, λέγοντες· Εὐχαριστοῦμέν σοι, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας. καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, ⸂τοὺς μικροὺς καὶ τοὺς μεγάλους23, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.
Καὶ ἠνοίγη ὁ 24 ναὸς τοῦ θεοῦ ⸀ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης ⸀αὐτοῦ25 ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ ⸂καὶ σεισμὸς26 καὶ χάλαζα μεγάλη.
Source notes (26)
- Footnote Ἔγειρε WH Treg NA28 ] Ἔγειραι RP
- Footnote ἔξωθεν WH Treg NA28 ] ἔξω RP
- Footnote τεσσεράκοντα Treg ] + καὶ WH NA28 RP
- Footnote περιβεβλημένοι NA28 RP ] περιβεβλημένους WH Treg
- Footnote ἑστῶτες WH Treg NA28 ] ἑστῶσαι RP
- Footnote θελήσῃ αὐτοὺς WH NA28 ] αὐτοὺς θελήσῃ Treg; θέλει αὐτοὺς RP
- Footnote τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν WH Treg NA28 ] τὸν οὐρανόν ἐξουσίαν κλεῖσαι RP
- Footnote ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν WH Treg NA28 ] ὁσάκις ἐὰν θελήσωσιν ἐν πάσῃ πληγῇ RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote ἀφίουσιν WH Treg NA28 ] ἀφήσουσιν RP
- Footnote εὐφραίνονται WH Treg NA28 ] εὐφρανθήσονται RP
- Footnote πέμψουσιν WH Treg NA28 ] δώσουσιν RP
- Footnote ἐν αὐτοῖς WH Treg NA28 ] εἰς αὐτούς RP
- Footnote ἐπέπεσεν WH Treg NA28 ] ἔπεσεν RP
- Footnote ἤκουσαν WH Treg NA28 ] ἤκουσα RP
- Footnote φωνῆς μεγάλης WH Treg NA28 ] φωνὴν μεγάλην RP
- Footnote λεγούσης WH Treg NA28 ] λέγουσαν RP
- Footnote Ἀνάβατε WH Treg NA28 ] Ἀνάβητε RP
- Footnote ὥρᾳ WH Treg NA28 ] ἡμέρᾳ RP
- Footnote ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη WH Treg NA28 ] ἡ οὐαὶ ἡ τρίτη ἰδοὺ RP
- Footnote λέγοντες WH NA28 ] λέγουσαι Treg RP
- Footnote θεοῦ καθήμενοι WH NA28 ] θεοῦ οἳ κάθηνται Treg; θρόνου τοῦ θεοῦ καθήμενοι RP
- Footnote τοὺς μικροὺς καὶ τοὺς μεγάλους WH Treg NA28 ] τοῖς μικροῖς καὶ τοῖς μεγάλοις RP
- Footnote ὁ WH Treg NA28 ] – RP
- Footnote αὐτοῦ WH Treg NA28 ] τοῦ κυρίου RP
- Footnote καὶ σεισμὸς WH Treg NA28 ] – RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.