Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 8
⸂Καταβάντος δὲ αὐτοῦ1 ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. καὶ ἰδοὺ λεπρὸς ⸀προσελθὼν2 προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο ⸀αὐτοῦ3 λέγων· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
⸂Εἰσελθόντος δὲ αὐτοῦ4 εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. ⸀καὶ5 λέγει ⸀αὐτῷ6 Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. ⸂καὶ ἀποκριθεὶς7 ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ⸀ἐξουσίαν8 ἔχων ὑπʼ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ. ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, ⸂παρʼ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ9 εὗρον. λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ· Ὕπαγε, ⸀ὡς10 ἐπίστευσας γενηθήτω σοι· καὶ ἰάθη ὁ ⸀παῖς11 ἐν τῇ ὥρᾳ ἐκείνῃ.
Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.
Ἰδὼν δὲ ὁ Ἰησοῦς ⸂πολλοὺς ὄχλους12 περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. ἕτερος δὲ τῶν ⸀μαθητῶν13 εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. ὁ δὲ Ἰησοῦς ⸀λέγει14 αὐτῷ· Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
Καὶ ἐμβάντι αὐτῷ ⸀εἰς15 πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν. καὶ ⸀προσελθόντες16 ἤγειραν αὐτὸν λέγοντες· Κύριε, ⸀σῶσον17 ἀπολλύμεθα. καὶ λέγει αὐτοῖς· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ⸂αὐτῷ ὑπακούουσιν18 ;
Καὶ ⸂ἐλθόντος αὐτοῦ19 εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν ⸀Γαδαρηνῶν20 ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ ⸀σοί21 υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ἦν δὲ μακρὰν ἀπʼ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ⸂ἀπόστειλον ἡμᾶς22 εἰς τὴν ἀγέλην τῶν χοίρων. καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς ⸂τοὺς χοίρους23 · καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ⸀ἀγέλη24 κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ⸀ὑπάντησιν25 τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
Source notes (25)
- Footnote Καταβάντος δὲ αὐτοῦ WH Treg NA28 ] Καταβάντι δὲ αὐτῷ RP
- Footnote προσελθὼν WH Treg NA28 ] ἐλθὼν RP
- Footnote αὐτοῦ WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
- Footnote Εἰσελθόντος δὲ αὐτοῦ WH Treg NA28 ] Εἰσελθόντι δὲ αὐτῷ RP
- Footnote καὶ Treg NA28 RP ] – WH
- Footnote αὐτῷ WH NA28 ] + ὁ Ἰησοῦς Treg RP
- Footnote καὶ ἀποκριθεὶς NA28 RP ] ἀποκριθεὶς δὲ WH Treg
- Footnote ἐξουσίαν Treg NA28 RP ] + τασσόμενος WH
- Footnote παρʼ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ WH Treg NA28 ] οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν RP
- Footnote ὡς WH NA28 ] καὶ ὡς Treg RP
- Footnote παῖς WH Treg ] + αὐτοῦ NA28 RP
- Footnote πολλοὺς ὄχλους Treg RP ] ὄχλον WH NA28
- Footnote μαθητῶν WH Treg ] + αὐτοῦ NA28 RP
- Footnote λέγει WH Treg NA28 ] εἶπεν RP
- Footnote εἰς WH Treg ] + τὸ NA28 RP
- Footnote προσελθόντες WH Treg NA28 ] + οἱ μαθηταὶ RP
- Footnote σῶσον WH Treg NA28 ] + ἡμᾶς NIV RP
- Footnote αὐτῷ ὑπακούουσιν WH Treg NA28 ] ὑπακούουσιν αὐτῷ RP
- Footnote ἐλθόντος αὐτοῦ WH Treg NA28 ] ἐλθόντι αὐτῷ RP
- Footnote Γαδαρηνῶν WH Treg NA28 ] Γεργεσηνῶν RP
- Footnote σοί WH Treg NA28 ] + Ἰησοῦ RP
- Footnote ἀπόστειλον ἡμᾶς WH Treg NA28 ] ἐπίτρεψον ἡμῖν ἀπελθεῖν RP
- Footnote τοὺς χοίρους WH Treg NA28 ] τὴν ἀγέλην τῶν χοίρων RP
- Footnote ἀγέλη WH Treg NA28 ] + τῶν χοίρων RP
- Footnote ὑπάντησιν WH Treg NA28 ] συνάντησιν RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.