Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 26

Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.

Τότε συνήχθησαν οἱ ⸀ἀρχιερεῖς1 καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· ἔλεγον δέ· Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.

Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ⸂ἔχουσα ἀλάβαστρον μύρου2 βαρυτίμου καὶ κατέχεεν ἐπὶ ⸂τῆς κεφαλῆς3 αὐτοῦ ἀνακειμένου. ἰδόντες δὲ οἱ ⸀μαθηταὶ4 ἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; ἐδύνατο γὰρ ⸀τοῦτο5 πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.

Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν· Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.

Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ ⸀λέγοντες6 Ποῦ θέλεις ⸀ἑτοιμάσωμέν7 σοι φαγεῖν τὸ πάσχα; ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· Ὁ διδάσκαλος λέγει· Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.

Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα ⸀μαθητῶν8 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ⸂εἷς ἕκαστος9 · Μήτι ἐγώ εἰμι, κύριε; ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετʼ ἐμοῦ ⸂τὴν χεῖρα ἐν τῷ τρυβλίῳ10 οὗτός με παραδώσει· ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· Σὺ εἶπας.

Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ⸀ἄρτον11 καὶ ⸀εὐλογήσας12 ἔκλασεν καὶ ⸂δοὺς τοῖς μαθηταῖς13 εἶπεν· Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. καὶ ⸀λαβὼν14 ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτο γάρ ἐστιν τὸ αἷμά ⸀μου15 ⸀τῆς16 διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· λέγω δὲ ⸀ὑμῖν17 οὐ μὴ πίω ἀπʼ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθʼ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.

Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ ⸀διασκορπισθήσονται18 τὰ πρόβατα τῆς ποίμνης· μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ⸀ἐγὼ19 οὐδέποτε σκανδαλισθήσομαι. ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ⸀ἀπαρνήσομαι20 ⸀ὁμοίως21 καὶ πάντες οἱ μαθηταὶ εἶπαν.

Τότε ἔρχεται μετʼ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ⸂ἐκεῖ προσεύξωμαι22. καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. τότε λέγει ⸀αὐτοῖς23 Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετʼ ἐμοῦ. καὶ ⸀προελθὼν24 μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπʼ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλʼ ὡς σύ. καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετʼ ἐμοῦ; γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται ⸀τοῦτο25 ⸀παρελθεῖν26 ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. καὶ ἐλθὼν ⸂πάλιν εὗρεν αὐτοὺς27 καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. καὶ ἀφεὶς αὐτοὺς ⸂πάλιν ἀπελθὼν28 προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν ⸀πάλιν29 τότε ἔρχεται πρὸς τοὺς ⸀μαθητὰς30 καὶ λέγει αὐτοῖς· Καθεύδετε ⸀τὸ31 λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.

Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετʼ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφʼ ⸀ὃ32 πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον ⸂τὴν μάχαιράν σου33 εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ⸀ἀπολοῦνται34 ἢ δοκεῖς ὅτι οὐ ⸀δύναμαι35 παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ⸂ἄρτι πλείω36 δώδεκα λεγιῶνας ἀγγέλων; πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι; ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθʼ ⸀ἡμέραν37 ⸂ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων38 καὶ οὐκ ἐκρατήσατέ με. τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.

Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. οἱ δὲ ἀρχιερεῖς ⸀καὶ39 τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως ⸂αὐτὸν θανατώσωσιν40, καὶ οὐχ εὗρον ⸂πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο⸃41 42 εἶπαν· Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν ⸀οἰκοδομῆσαι. καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; ὁ δὲ Ἰησοῦς ἐσιώπα. ⸀καὶ43 ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπʼ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ ⸀λέγων44 Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν ⸀βλασφημίαν45 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἔνοχος θανάτου ἐστίν. τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν λέγοντες· Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε;

Ὁ δὲ Πέτρος ⸂ἐκάθητο ἔξω46 ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου· ὁ δὲ ἠρνήσατο ⸀ἔμπροσθεν47 πάντων λέγων· Οὐκ οἶδα τί λέγεις. ἐξελθόντα ⸀δὲ48 εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει ⸀τοῖς49 ἐκεῖ· ⸀Οὗτος50 ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου· καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ· τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ ⸀εὐθέως51 ἀλέκτωρ ἐφώνησεν· καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ⸀ῥήματος52 Ἰησοῦ ⸀εἰρηκότος53 ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

Source notes (53)
  1. Footnote ἀρχιερεῖς WH Treg NA28 ] + καὶ οἱ γραμματεῖς RP
  2. Footnote ἔχουσα ἀλάβαστρον μύρου WH Treg NA28 ] ἀλάβαστρον μύρου ἔχουσα RP
  3. Footnote τῆς κεφαλῆς WH Treg NA28 ] τὴν κεφαλὴν RP
  4. Footnote μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP
  5. Footnote τοῦτο WH Treg NA28 ] + τὸ μύρον NIV RP
  6. Footnote λέγοντες WH Treg NA28 ] αὐτῷ RP
  7. Footnote ἑτοιμάσωμέν WH Treg NA28 ] ἑτοιμάσομέν RP
  8. Footnote μαθητῶν WH ] – Treg NA28 RP
  9. Footnote εἷς ἕκαστος WH Treg NA28 ] ἕκαστος αὐτῶν RP
  10. Footnote τὴν χεῖρα ἐν τῷ τρυβλίῳ WH Treg NA28 ] ἐν τῷ τρυβλίῳ τὴν χεῖρα RP
  11. Footnote ἄρτον WH Treg NA28 ] τὸν ἄρτον RP
  12. Footnote εὐλογήσας WH Treg NA28 ] εὐχαριστήσας RP
  13. Footnote δοὺς τοῖς μαθηταῖς WH Treg NA28 ] ἐδίδου τοῖς μαθηταῖς καὶ RP
  14. Footnote λαβὼν WH Treg NA28 ] + τὸ RP
  15. Footnote μου WH Treg NA28 ] + τὸ RP
  16. Footnote τῆς WH NA28 ] + καινῆς Treg RP
  17. Footnote ὑμῖν WH Treg NA28 ] + ὅτι RP
  18. Footnote διασκορπισθήσονται WH Treg NA28 ] διασκορπισθήσεται RP
  19. Footnote ἐγὼ WH Treg NA28 ] + δὲ RP
  20. Footnote ἀπαρνήσομαι WH Treg NA28 ] ἀπαρνήσωμαι RP
  21. Footnote ὁμοίως WH Treg NA28 ] + δὲ RP
  22. Footnote ἐκεῖ προσεύξωμαι WH Treg NA28 ] προσεύξωμαι ἐκεῖ RP
  23. Footnote αὐτοῖς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
  24. Footnote προελθὼν WH NA28 ] προσελθὼν Treg RP
  25. Footnote τοῦτο WH Treg NA28 ] + τὸ ποτήριον RP
  26. Footnote παρελθεῖν WH Treg NA28 ] + ἀπʼ ἐμοῦ RP
  27. Footnote πάλιν εὗρεν αὐτοὺς WH Treg NA28 ] εὑρίσκει αὐτοὺς πάλιν RP
  28. Footnote πάλιν ἀπελθὼν WH Treg NA28 ] ἀπελθὼν πάλιν RP
  29. Footnote πάλιν WH NA28 ] – Treg RP
  30. Footnote μαθητὰς WH Treg NA28 ] + αὐτοῦ RP
  31. Footnote τὸ Treg NA28 RP ] – WH
  32. Footnote ὃ WH Treg NA28 ] ᾧ RP
  33. Footnote τὴν μάχαιράν σου WH Treg NA28 ] σου τὴν μάχαιραν RP
  34. Footnote ἀπολοῦνται WH Treg NA28 ] ἀποθανοῦνται RP
  35. Footnote δύναμαι WH Treg NA28 ] + ἄρτι RP
  36. Footnote ἄρτι πλείω WH Treg NA28 ] πλείους ἢ RP
  37. Footnote ἡμέραν WH NA28 ] + πρὸς ὑμᾶς Treg RP
  38. Footnote ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων WH Treg NA28 ] ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ RP
  39. Footnote καὶ WH Treg NA28 ] + οἱ πρεσβύτεροι καὶ RP
  40. Footnote αὐτὸν θανατώσωσιν WH NA28 ] αὐτὸν θανατώσουσιν Treg; θανατώσωσιν αὐτόν RP
  41. Footnote 60–61 πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο WH Treg NA28 ] καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες RP
  42. Footnote οἰκοδομῆσαι WH Treg NA28 ] + αὐτόν RP
  43. Footnote καὶ WH Treg NA28 ] + ἀποκριθεὶς RP
  44. Footnote λέγων WH Treg NA28 ] + ὅτι RP
  45. Footnote βλασφημίαν WH Treg NA28 ] + αὐτοῦ RP
  46. Footnote ἐκάθητο ἔξω WH Treg NA28 ] ἔξω ἐκάθητο RP
  47. Footnote ἔμπροσθεν WH Treg NA28 ] + αὐτῶν RP
  48. Footnote δὲ WH Treg NA28 ] + αὐτὸν RP
  49. Footnote τοῖς WH Treg NA28 ] αὐτοῖς RP
  50. Footnote Οὗτος WH NA28 ] Καὶ οὗτος Treg RP
  51. Footnote εὐθέως NA28 RP ] εὐθὺς WH Treg
  52. Footnote ῥήματος WH Treg NA28 ] + τοῦ RP
  53. Footnote εἰρηκότος WH Treg NA28 ] + αὐτῷ RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.