Η Καινή Διαθήκη
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21
Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ⸀ὁ1 Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν· λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ ⸀πλοῖον2 καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωΐας δὲ ἤδη ⸀γενομένης3 ⸀ἔστη4 Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. λέγει οὖν αὐτοῖς ⸀ὁ5 Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ. ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ⸀ἴσχυον6 ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. ἀνέβη ⸀οὖν7 Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον ⸂εἰς τὴν γῆν8 μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. οὐδεὶς ⸀δὲ9 ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν· Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. ⸀ἔρχεται10 ⸀ὁ11 Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. τοῦτο ἤδη τρίτον ἐφανερώθη ⸀ὁ12 Ἰησοῦς τοῖς ⸀μαθηταῖς13 ἐγερθεὶς ἐκ νεκρῶν. Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων ⸀Ἰωάννου14 ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ⸀Ἰωάννου15 ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον· Σίμων ⸀Ἰωάννου16 φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν17 αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ ⸀εἶπεν αὐτῷ· Κύριε, ⸂πάντα σὺ18 οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ⸀ὁ19 Ἰησοῦς· Βόσκε τὰ ⸀πρόβατά20 μου. ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ⸂σε ζώσει21 καὶ οἴσει ὅπου οὐ θέλεις. τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι. ⸀Ἐπιστραφεὶς22 ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ⸀οὖν23 ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ ⸂μοι ἀκολούθει24. ἐξῆλθεν οὖν ⸂οὗτος ὁ λόγος25 εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. ⸂οὐκ εἶπεν δὲ26 αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλʼ· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ 27 μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ⸀ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ⸂αὐτοῦ ἡ μαρτυρία ἐστίν28. ἔστιν δὲ καὶ ἄλλα πολλὰ ⸀ἃ29 ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθʼ ἕν, οὐδʼ αὐτὸν οἶμαι τὸν κόσμον ⸀χωρήσειν30 τὰ γραφόμενα ⸀βιβλία31 ‘/book’
Source notes (31)
- Footnote ὁ NA28 RP ] – WH Treg
- Footnote πλοῖον WH Treg NA28 ] + εὐθύς RP
- Footnote γενομένης NA28 RP ] γινομένης WH Treg
- Footnote ἔστη WH Treg NA28 ] + ὁ RP
- Footnote ὁ Treg NA28 RP ] – WH
- Footnote ἴσχυον WH Treg NA28 ] ἴσχυσαν RP
- Footnote οὖν WH Treg NA28 ] – RP
- Footnote εἰς τὴν γῆν WH Treg NA28 ] ἐπὶ τῆς γῆς RP
- Footnote δὲ Treg NA28 RP ] – WH
- Footnote ἔρχεται WH Treg NA28 ] + οὖν RP
- Footnote ὁ RP ] – WH Treg NA28
- Footnote ὁ RP ] – WH Treg NA28
- Footnote μαθηταῖς WH Treg NA28 ] + αὐτοῦ RP
- Footnote Ἰωάννου WH Treg NA28 ] Ἰωνᾶ RP
- Footnote Ἰωάννου WH Treg NA28 ] Ἰωνᾶ RP
- Footnote Ἰωάννου WH Treg NA28 ] Ἰωνᾶ RP
- Footnote εἶπεν WH Treg RP ] λέγει NA28
- Footnote πάντα σὺ WH Treg NA28 ] σὺ πάντα RP
- Footnote ὁ NA28 RP ] – WH Treg
- Footnote πρόβατά WH NA28 RP ] προβάτιά Treg
- Footnote σε ζώσει NA28 RP ] ζώσει σε WH Treg
- Footnote Ἐπιστραφεὶς WH Treg NA28 ] + δὲ RP
- Footnote οὖν WH Treg NA28 ] – RP
- Footnote μοι ἀκολούθει WH Treg NA28 ] ἀκολούθει μοι RP
- Footnote οὗτος ὁ λόγος WH Treg NA28 ] ὁ λόγος οὗτος RP
- Footnote οὐκ εἶπεν δὲ WH Treg NA28 ] καὶ οὐκ εἶπεν RP
- Footnote ὁ WH Treg NA28 ] – RP
- Footnote αὐτοῦ ἡ μαρτυρία ἐστίν WH Treg NA28 ] ἐστὶν ἡ μαρτυρία αὐτοῦ RP
- Footnote ἃ WH Treg NA28 ] ὅσα RP
- Footnote χωρήσειν WH Treg ] χωρῆσαι NA28 RP
- Footnote βιβλία WH Treg NA28 ] + Ἀμήν RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.