Η Καινή Διαθήκη
ΙΑΚΩΒΟΥ 2
Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης; ἐὰν γὰρ εἰσέλθῃ ⸀εἰς1 συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, ⸂ἐπιβλέψητε δὲ2 ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ ⸀εἴπητε3 Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε· Σὺ στῆθι ⸂ἢ κάθου ἐκεῖ4 ὑπὸ τὸ ὑποπόδιόν μου, ⸀οὐ5 διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς ⸂τῷ κόσμῳ6 πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφʼ ὑμᾶς;
Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. ὅστις γὰρ ὅλον τὸν νόμον ⸂τηρήσῃ, πταίσῃ⸃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος.7 ὁ γὰρ εἰπών· Μὴ ⸀μοιχεύσῃς8 εἶπεν καί· Μὴ ⸀φονεύσῃς9 εἰ δὲ οὐ ⸂μοιχεύεις φονεύεις10 δέ, γέγονας παραβάτης νόμου. οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος11 κατακαυχᾶται ⸀ἔλεος κρίσεως.
⸀Τί12 ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; ⸀ἐὰν13 ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ ⸀λειπόμενοι14 τῆς ἐφημέρου τροφῆς, εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, ⸀τί15 ὄφελος; οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ⸂ἔχῃ ἔργα16, νεκρά ἐστιν καθʼ ἑαυτήν.
Ἀλλʼ ἐρεῖ τις· Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν σου ⸀χωρὶς17 τῶν ⸀ἔργων18 κἀγώ ⸂σοι δείξω19 ἐκ τῶν ἔργων μου τὴν ⸀πίστιν20 σὺ πιστεύεις ὅτι ⸂εἷς ἐστιν ὁ θεός21 ; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν. θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ⸀ἀργή22 ἐστιν; Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη, καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη. ⸀ὁρᾶτε23 ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον. ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; ὥσπερ ⸀γὰρ24 τὸ σῶμα χωρὶς25 πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις ⸀χωρὶς ἔργων νεκρά ἐστιν.
Source notes (25)
- Footnote εἰς WH Treg NA28 ] + τὴν RP
- Footnote ἐπιβλέψητε δὲ WH NA28 ] καὶ ἐπιβλέψητε Treg RP
- Footnote εἴπητε WH Treg NA28 ] + αὐτῷ RP
- Footnote ἢ κάθου ἐκεῖ WH NA28 ] ἐκεῖ ἢ κάθου Treg NA27; ἐκεῖ ἢ κάθου ὧδε RP
- Footnote οὐ WH Treg NA27 ] καὶ οὐ NA28 RP
- Footnote τῷ κόσμῳ WH Treg NA28 ] τοῦ κόσμου RP
- Footnote τηρήσῃ πταίσῃ WH Treg NA28 ] τηρήσει πταίσει RP
- Footnote μοιχεύσῃς WH Treg NA28 ] μοιχεύσεις RP
- Footnote φονεύσῃς WH Treg NA28 ] φονεύσεις RP
- Footnote μοιχεύεις φονεύεις WH Treg NA28 ] μοιχεύσεις φονεύσεις RP
- Footnote ἔλεος WH Treg NA28 ] ἔλεον RP
- Footnote Τί WH ] + τὸ Treg NA28 RP
- Footnote ἐὰν WH Treg NA28 ] + δὲ RP
- Footnote λειπόμενοι WH Treg NA27 ] + ὦσιν NA28 RP
- Footnote τί WH ] + τὸ Treg NA28 RP
- Footnote ἔχῃ ἔργα WH Treg NA28 ] ἔργα ἔχῃ RP
- Footnote χωρὶς WH Treg NA28 ] ἐκ RP
- Footnote ἔργων WH Treg NA28 ] + σου RP
- Footnote σοι δείξω WH Treg NA28 ] δείξω σοι RP
- Footnote πίστιν WH Treg NA28 ] + μου RP
- Footnote εἷς ἐστιν ὁ θεός Treg NA28 ] εἷς θεός ἐστιν WH; ὁ θεὸς εἷς ἐστιν RP
- Footnote ἀργή WH Treg NA28 ] νεκρά RP
- Footnote ὁρᾶτε WH Treg NA28 ] + τοίνυν RP
- Footnote γὰρ Treg NA28 RP ] – WH
- Footnote χωρὶς WH NA28 ] + τῶν Treg RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.