Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3

Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν ⸀Ἰησοῦν1 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ⸀ἐν2 τῷ οἴκῳ αὐτοῦ. πλείονος γὰρ ⸂οὗτος δόξης3 παρὰ Μωϋσῆν ἠξίωται καθʼ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ ⸀δὲ4 πάντα κατασκευάσας θεός. καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ⸀ὃς5 οἶκός ἐσμεν ἡμεῖς, ⸀ἐὰν6 τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ⸀ἐλπίδος7 κατάσχωμεν.

Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ⸀ἐπείρασαν8 οἱ πατέρες ὑμῶν ⸂ἐν δοκιμασίᾳ9 καὶ εἶδον τὰ ἔργα μου τεσσεράκοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ⸀ταύτῃ10 καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος, ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθʼ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ⸂τις ἐξ ὑμῶν11 ἀπάτῃ τῆς ἁμαρτίας· μέτοχοι γὰρ ⸂τοῦ Χριστοῦ γεγόναμεν12, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν. ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλʼ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως; τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν; καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν διʼ ἀπιστίαν.

Source notes (12)
  1. Footnote Ἰησοῦν WH Treg NA28 ] + Χριστόν RP
  2. Footnote ἐν Holmes WHmarg ] + ὅλῳ WH Treg NA28 RP
  3. Footnote οὗτος δόξης WH Treg NA28 ] δόξης οὗτος RP
  4. Footnote δὲ WH Treg NA28 ] + τὰ RP
  5. Footnote ὃς Holmes ] οὗ WH Treg NA28 RP
  6. Footnote ἐὰν WH Treg ] ἐάνπερ NA28 RP
  7. Footnote ἐλπίδος NA28 ] + μέχρι τέλους βεβαίαν WH Treg RP
  8. Footnote ἐπείρασαν WH Treg NA28 ] + με RP
  9. Footnote ἐν δοκιμασίᾳ WH Treg NA28 ] ἐδοκιμασάν με RP
  10. Footnote ταύτῃ WH Treg NA28 ] ἐκείνῃ RP
  11. Footnote τις ἐξ ὑμῶν WH Treg NA28 ] ἐξ ὑμῶν τις RP
  12. Footnote τοῦ Χριστοῦ γεγόναμεν WH Treg NA28 ] γεγόναμεν τοῦ Χριστοῦ RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.