Η Καινή Διαθήκη
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3
Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν— εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς· ⸀κατὰ1 ἀποκάλυψιν ⸀ἐγνωρίσθη2 μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ⸂ἐν Χριστῷ Ἰησοῦ3 διὰ τοῦ εὐαγγελίου, οὗ ⸀ἐγενήθην4 διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ ⸂τῆς δοθείσης5 μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ— ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη— ⸀τοῖς6 ἔθνεσιν εὐαγγελίσασθαι ⸂τὸ ἀνεξιχνίαστον πλοῦτος7 τοῦ Χριστοῦ, καὶ φωτίσαι ⸀πάντας8 τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα ⸀κτίσαντι9 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν ⸀τῷ10 Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ἐν ᾧ ἔχομεν τὴν παρρησίαν ⸀καὶ11 προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. διὸ αἰτοῦμαι μὴ ⸀ἐγκακεῖν12 ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.
Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν ⸀πατέρα13 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα ⸀δῷ14 ὑμῖν κατὰ ⸂τὸ πλοῦτος15 τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ· ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ⸂ὕψος καὶ βάθος16, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.
Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ⸀καὶ17 ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.
Source notes (17)
- Footnote κατὰ Holmes WHmarg ] ὅτι κατὰ WH Treg NA28 RP
- Footnote ἐγνωρίσθη WH Treg NA28 ] ἐγνώρισέν RP
- Footnote ἐν Χριστῷ Ἰησοῦ WH Treg NA28 ] αὐτοῦ ἐν τῷ Χριστῷ RP
- Footnote ἐγενήθην WH Treg NA28 ] ἐγενόμην RP
- Footnote τῆς δοθείσης WH Treg NA28 ] τὴν δοθεῖσάν RP
- Footnote τοῖς WH Treg NA28 ] ἐν τοῖς RP
- Footnote τὸ ἀνεξιχνίαστον πλοῦτος WH Treg NA28 ] τὸν ἀνεξιχνίαστον πλοῦτον RP
- Footnote πάντας Treg NA28 RP ] – WH
- Footnote κτίσαντι WH Treg NA28 ] + διὰ Ἰησοῦ Χριστοῦ RP
- Footnote τῷ WH Treg NA28 ] – RP
- Footnote καὶ WH Treg NA28 ] + τὴν RP
- Footnote ἐγκακεῖν WH Treg NA28 ] ἐκκακεῖν RP
- Footnote πατέρα WH Treg NA28 ] + τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ RP
- Footnote δῷ WH Treg NA28 ] δῴη RP
- Footnote τὸ πλοῦτος WH Treg NA28 ] τὸν πλοῦτον RP
- Footnote ὕψος καὶ βάθος WH Treg NA28 ] βάθος καὶ ὕψος RP
- Footnote καὶ WH Treg NA28 ] – RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.