Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7

Εἶπεν δὲ ὁ ἀρχιερεύς· ⸀Εἰ1 ταῦτα οὕτως ἔχει; ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπεν πρὸς αὐτόν· Ἔξελθε ἐκ2 τῆς γῆς σου καὶ ⸀ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς ⸀τὴν3 γῆν ἣν ἄν σοι δείξω. τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε, καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. ἐλάλησεν ⸀δὲ4 οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια· καὶ τὸ ἔθνος ᾧ ⸀ἐὰν5 ⸀δουλεύσουσιν6 κρινῶ ἐγώ, ⸂ὁ θεὸς εἶπεν7, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ. καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ⸀καὶ8 Ἰσαὰκ τὸν Ἰακώβ, ⸁καὶ9 Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.

Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετʼ αὐτοῦ, καὶ10 ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτον ⸀καὶ ὅλον τὸν οἶκον αὐτοῦ. ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴν ⸀Αἴγυπτον11 καὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν· ἀκούσας δὲ Ἰακὼβ ὄντα ⸂σιτία εἰς Αἴγυπτον12 ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον· καὶ ἐν τῷ δευτέρῳ ⸀ἀνεγνωρίσθη13 Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ ⸀γένος14 Ἰωσήφ. ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο ⸂Ἰακὼβ τὸν πατέρα αὐτοῦ15 καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε, ⸂καὶ κατέβη16 Ἰακὼβ εἰς Αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν, καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ⸀ᾧ17 ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὼρ ⸀ἐν18 Συχέμ.

Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ⸀ὡμολόγησεν19 ὁ θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος ⸂ἐπʼ Αἴγυπτον20, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς ⸀πατέρας21 τοῦ ποιεῖν ⸂τὰ βρέφη ἔκθετα22 αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι. ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός· ⸂ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν23 ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. καὶ ἐπαιδεύθη ⸀Μωϋσῆς24 πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις ⸀αὐτοῦ25

Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον. ἐνόμιζεν δὲ συνιέναι τοὺς ⸀ἀδελφοὺς26 ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν ⸂σωτηρίαν αὐτοῖς27, οἱ δὲ οὐ συνῆκαν. τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ ⸀συνήλλασσεν28 αὐτοὺς εἰς εἰρήνην εἰπών· Ἄνδρες, ἀδελφοί ⸀ἐστε29 ἱνατί ἀδικεῖτε ἀλλήλους; ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφʼ ⸀ἡμῶν30 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ⸀ἐχθὲς31 τὸν Αἰγύπτιον; ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.

Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ⸀ἄγγελος32 ἐν φλογὶ πυρὸς βάτου· ὁ δὲ Μωϋσῆς ἰδὼν ⸀ἐθαύμασεν33 τὸ ὅραμα. προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ ⸀κυρίου34 Ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ ⸀καὶ35 Ἰσαὰκ ⸁καὶ36 Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι. εἶπεν δὲ αὐτῷ ὁ κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ⸀ἐφʼ37 ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ ⸀αὐτοῦ38 ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ⸀ἀποστείλω39 σε εἰς Αἴγυπτον.

Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες· Τίς σε κατέστησεν ἄρχοντα καὶ40 δικαστήν, τοῦτον ὁ θεὸς ⸀καὶ ἄρχοντα καὶ λυτρωτὴν ⸂ἀπέσταλκεν σὺν41 χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν ⸀γῇ42 Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα. οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ ⸀εἴπας43 τοῖς υἱοῖς Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει ⸂ὁ θεὸς44 ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο ⸀λόγια45 ζῶντα δοῦναι ⸀ἡμῖν46 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ⸂ἐν ταῖς καρδίαις47 αὐτῶν εἰς Αἴγυπτον, εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ⸀ἐγένετο48 αὐτῷ. καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν·

Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ; καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ ⸀θεοῦ49 ⸀Ῥαιφάν50 τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.

Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει, ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυίδ· ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ ⸀θεῷ51 Ἰακώβ. Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον. ἀλλʼ οὐχ ὁ ὕψιστος ἐν ⸀χειροποιήτοις52 κατοικεῖ· καθὼς ὁ προφήτης λέγει· Ὁ οὐρανός μοι θρόνος, ⸂ἡ δὲ53 γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;

Σκληροτράχηλοι καὶ ἀπερίτμητοι ⸀καρδίαις54 καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ⸀ἐγένεσθε55 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.

Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν. ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ, καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ⸀διηνοιγμένους56 καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπʼ αὐτόν, καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια ⸀αὐτῶν57 παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου· θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς ⸂ταύτην τὴν ἁμαρτίαν58 · καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.

Source notes (58)
  1. Footnote Εἰ WH Treg NA28 ] + ἄρα RP
  2. Footnote ἐκ NA28 RP ] – WH Treg
  3. Footnote τὴν WH Treg NA28 ] – RP
  4. Footnote δὲ WH Treg RP NA28 ] + αὐτῷ NIV
  5. Footnote ἐὰν NA28 RP ] ἂν WH Treg
  6. Footnote δουλεύσουσιν WH Treg NA28 ] δουλεύσωσιν RP
  7. Footnote ὁ θεὸς εἶπεν WH Treg NA28 ] εἶπεν ὁ θεὸς RP
  8. Footnote ⸀καὶ WH Treg NA28 ] + ὁ RP
  9. Footnote ⸁καὶ WH Treg NA28 ] + ὁ RP
  10. Footnote καὶ WH Treg NIV RP ] + ἐφʼ NA28
  11. Footnote Αἴγυπτον WH Treg NA28 ] γῆν Αἰγύπτου RP
  12. Footnote σιτία εἰς Αἴγυπτον WH Treg NA28 ] σῖτα ἐν Αἰγύπτῳ RP
  13. Footnote ἀνεγνωρίσθη NA28 RP ] γνωρίσθη WH Treg
  14. Footnote γένος WH Treg ] + τοῦ NA28 RP
  15. Footnote Ἰακὼβ τὸν πατέρα αὐτοῦ WH Treg NA28 ] τὸν πατέρα αὐτοῦ Ἰακὼβ RP
  16. Footnote καὶ κατέβη Treg NA28 ] κατέβη δὲ WH RP
  17. Footnote ᾧ WH Treg NA28 ] ὃ RP
  18. Footnote ἐν WH Treg NA28 ] τοῦ RP
  19. Footnote ὡμολόγησεν WH Treg NA28 ] ὤμοσεν RP
  20. Footnote ἐπʼ Αἴγυπτον WH Treg NA28 ] – RP
  21. Footnote πατέρας WH Treg ] + ἡμῶν NA28 RP
  22. Footnote τὰ βρέφη ἔκθετα WH Treg NA28 ] ἔκθετα τὰ βρέφη RP
  23. Footnote ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν WH Treg NA28 ] Ἐκτεθέντα δὲ αὐτόν ἀνείλετο RP
  24. Footnote Μωϋσῆς WH RP ] + ἐν Treg NA28
  25. Footnote αὐτοῦ WH Treg NA28 ] – RP
  26. Footnote ἀδελφοὺς WH Treg ] + αὐτοῦ NA28 RP
  27. Footnote σωτηρίαν αὐτοῖς WH Treg NA28 ] αὐτοῖς σωτηρίαν RP
  28. Footnote συνήλλασσεν WH Treg NA28 ] συνήλασεν RP
  29. Footnote ἐστε WH Treg NA28 ] + ὑμεῖς RP
  30. Footnote ἡμῶν WH Treg NA28 ] ἡμᾶς RP
  31. Footnote ἐχθὲς WH Treg NA28 ] χθὲς RP
  32. Footnote ἄγγελος WH Treg NA28 ] + κυρίου RP
  33. Footnote ἐθαύμασεν WH Treg ] ἐθαύμαζεν NA28 RP
  34. Footnote κυρίου WH Treg NA28 ] + πρὸς αὐτόν RP
  35. Footnote ⸀καὶ WH Treg NA28 ] + ὁ θεὸς RP
  36. Footnote ⸁καὶ WH Treg NA28 ] + ὁ θεὸς RP
  37. Footnote ἐφʼ WH Treg NA28 ] ἐν RP
  38. Footnote αὐτοῦ WH Treg ] αὐτῶν NA28 RP
  39. Footnote ἀποστείλω WH Treg NA28 ] ἀποστελῶ RP
  40. Footnote καὶ WH Treg NA28 ] – NIV RP
  41. Footnote ἀπέσταλκεν σὺν WH Treg NA28 ] ἀπέστειλεν ἐν RP
  42. Footnote γῇ NA28 RP ] τῇ WH Treg
  43. Footnote εἴπας WH Treg NA28 ] εἰπὼν RP
  44. Footnote ὁ θεὸς WH Treg NA28 ] κύριος ὁ θεὸς ἡμῶν RP
  45. Footnote λόγια WH Treg NA28 ] λόγον RP
  46. Footnote ἡμῖν Treg NA28 RP ] ὑμῖν WH
  47. Footnote ἐν ταῖς καρδίαις WH Treg NA28 ] τῇ καρδίᾳ RP
  48. Footnote ἐγένετο WH Treg NA28 ] γέγονεν RP
  49. Footnote θεοῦ WH Treg ] + ὑμῶν NA28 RP
  50. Footnote Ῥαιφάν NA28 ] Ῥομφά WH; Ῥεφάν Treg; Ῥεμφάν RP
  51. Footnote θεῷ WH Treg NIV RP ] οἴκῳ NA28
  52. Footnote χειροποιήτοις WH Treg NA28 ] + ναοῖς RP
  53. Footnote ἡ δὲ Treg NA28 RP ] καὶ ἡ WH
  54. Footnote καρδίαις WH Treg NA28 ] τῇ καρδίᾳ RP
  55. Footnote ἐγένεσθε WH Treg NA28 ] γεγένησθε RP
  56. Footnote διηνοιγμένους WH Treg NA28 ] ἀνεῳγμένους RP
  57. Footnote αὐτῶν WH Treg NA28 ] – RP
  58. Footnote ταύτην τὴν ἁμαρτίαν WH Treg NA28 ] τὴν ἁμαρτίαν ταύτην RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.