Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β 2

Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπʼ αὐτόν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς ⸀μηδὲ1 θροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε διʼ ἐπιστολῆς ὡς διʼ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ ⸀κυρίου2 μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ⸀ἀνομίας3 ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ ⸀θεοῦ4 καθίσαι ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν θεός. οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ⸀ἑαυτοῦ5 καιρῷ· τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται. καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος ⸀Ἰησοῦς6 ⸀ἀνελεῖ7 τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία κατʼ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους καὶ ἐν πάσῃ ἀπάτῃ ⸀ἀδικίας8 τοῖς ἀπολλυμένοις, ἀνθʼ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς· καὶ διὰ τοῦτο ⸀πέμπει9 αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσιν ⸀πάντες10 οἱ μὴ πιστεύσαντες τῇ11 ἀληθείᾳ ἀλλὰ εὐδοκήσαντες ⸀τῇ ἀδικίᾳ.

Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ θεὸς ⸀ἀπαρχὴν12 εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας, εἰς ⸀ὃ13 ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε διʼ ἐπιστολῆς ἡμῶν.

Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ⸀θεὸς14 ⸀ὁ15 πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ ⸀στηρίξαι16 ἐν παντὶ ⸂ἔργῳ καὶ λόγῳ17 ἀγαθῷ.

Source notes (17)
  1. Footnote μηδὲ WH Treg NA28 ] μήτε RP
  2. Footnote κυρίου WH Treg NA28 ] Χριστοῦ RP
  3. Footnote ἀνομίας WH Treg NA28 ] ἁμαρτίας RP
  4. Footnote θεοῦ WH Treg NA28 ] + ὡς θεὸν RP
  5. Footnote ἑαυτοῦ NA28 RP ] αὐτοῦ WH Treg
  6. Footnote Ἰησοῦς WH Treg NA28 ] – RP
  7. Footnote ἀνελεῖ WH Treg NA28 ] ἀναλώσει RP
  8. Footnote ἀδικίας WH Treg NA28 ] τῆς ἀδικίας ἐν RP
  9. Footnote πέμπει WH Treg NA28 ] πέμψει RP
  10. Footnote πάντες WH Treg NA28 ] ἅπαντες RP
  11. Footnote τῇ WH Treg NA28 ] ἐν τῇ RP
  12. Footnote ἀπαρχὴν NA28 ] ἀπʼ ἀρχῆς WH Treg NIV RP
  13. Footnote ὃ WH Treg RP ] + καὶ NA28
  14. Footnote θεὸς Treg ] ὁ θεὸς WH NA28 RP
  15. Footnote ὁ WH Treg NA28 ] καὶ RP
  16. Footnote στηρίξαι WH Treg NA28 ] + ὑμᾶς RP
  17. Footnote ἔργῳ καὶ λόγῳ WH Treg NA28 ] λόγῳ καὶ ἔργῳ RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.