Η Καινή Διαθήκη
ΠΕΤΡΟΥ Β 2
Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, διʼ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται· καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ ⸀νυστάζει1
Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ ⸀σειραῖς2 ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας ⸀καταστροφῇ3 κατέκρινεν, ὑπόδειγμα μελλόντων ⸀ἀσεβέσιν4 τεθεικώς, καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο— βλέμματι γὰρ καὶ ἀκοῇ ⸀ὁ5 δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν— οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας.
Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν, βλασφημοῦντες, ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατʼ ⸀αὐτῶν6 βλάσφημον κρίσιν. οὗτοι δέ, ὡς ἄλογα ζῷα ⸂γεγεννημένα φυσικὰ7 εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν ⸂καὶ φθαρήσονται8, ⸀ἀδικούμενοι9 μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς ⸀ἀπάταις10 αὐτῶν συνευωχούμενοι ὑμῖν, ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ⸀ἀκαταπαύστους11 ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα, ⸀καταλιπόντες12 εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ ⸀Βοσὸρ13 ὃς μισθὸν ἀδικίας ἠγάπησεν ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.
Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι ⸂καὶ ὁμίχλαι14 ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ ⸀σκότους15 τετήρηται. ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ⸀ὀλίγως16 ⸀ἀποφεύγοντας17 τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ ⸀καὶ18 δεδούλωται. εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ ⸀κυρίου19 καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ⸀ὑποστρέψαι20 ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· ⸀συμβέβηκεν21 αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· Ὗς λουσαμένη εἰς ⸀κυλισμὸν22 βορβόρου.
Source notes (22)
- Footnote νυστάζει WH Treg NA28 ] νυστάξει RP
- Footnote σειραῖς RP NA28 ] σιροις WH Treg NIV
- Footnote καταστροφῇ Treg NA28 RP ] – WH NIV
- Footnote ἀσεβέσιν WH NA27 ] ἀσεβεῖν Treg NA28 RP
- Footnote ὁ Treg NA28 RP ] – WH
- Footnote αὐτῶν Holmes WHmarg ] + παρὰ κυρίῳ WH Treg NA28 RP; + παρὰ κυρίου NA27
- Footnote γεγεννημένα φυσικὰ WH Treg NA28 ] φυσικὰ γεγενημένα RP
- Footnote καὶ φθαρήσονται WH Treg NA28 ] καταφθαρήσονται RP
- Footnote ἀδικούμενοι WH NA28 ] κομιούμενοι Treg RP
- Footnote ἀπάταις WH NA28 RP ] ἀγάπαις Treg
- Footnote ἀκαταπαύστους Treg NA28 RP ] ἀκαταπάστους WH
- Footnote καταλιπόντες Treg NA28 RP ] καταλείποντες WH NA27
- Footnote Βοσὸρ Treg RP NA28 ] Βεὼρ WH NIV
- Footnote καὶ ὁμίχλαι WH Treg NA28 ] νεφέλαι RP
- Footnote σκότους WH Treg NA28 ] + εἰς αἰῶνα RP
- Footnote ὀλίγως WH Treg NA27 ] ὄντως NA28 RP
- Footnote ἀποφεύγοντας WH Treg NA28 ] ἀποφυγόντας RP
- Footnote καὶ Treg RP ] – WH NA28
- Footnote κυρίου WH Treg NA28 RP ] + ἡμῶν NA27
- Footnote ὑποστρέψαι WH Treg NA28 ] ἐπιστρέψαι RP
- Footnote συμβέβηκεν WH Treg NA28 ] + δὲ RP
- Footnote κυλισμὸν WH Treg NA28 ] κύλισμα RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.