Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 3

Ἀρχόμεθα πάλιν ἑαυτοὺς ⸀συνιστάνειν1 ⸀ἢ2 μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ⸀ὑμῶν3 ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφʼ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλʼ ἐν πλαξὶν καρδίαις σαρκίναις. Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν. οὐχ ὅτι ⸂ἀφʼ ἑαυτῶν ἱκανοί ἐσμεν4 λογίσασθαί τι ὡς ἐξ ⸀αὑτῶν5 ἀλλʼ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ. Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν ⸀γράμμασιν6 ⸀ἐντετυπωμένη7 λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; εἰ γὰρ ⸂τῇ διακονίᾳ8 τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς ⸀δικαιοσύνης9 δόξῃ. καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ⸀εἵνεκεν10 τῆς ὑπερβαλλούσης δόξης· εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ⸀αὐτοῦ11 πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ⸀ἡμέρας12 τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ⸀ὅτι13 ἐν Χριστῷ καταργεῖται, ἀλλʼ ἕως σήμερον ἡνίκα ⸂ἂν ἀναγινώσκηται14 Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· ἡνίκα ⸂δὲ ἐὰν15 ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα. ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα ⸀κυρίου16 ἐλευθερία. ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.

Source notes (16)
  1. Footnote συνιστάνειν WH NA28 RP ] συνιστᾶν Treg
  2. Footnote ἢ WH Treg NA28 ] Εἰ RP
  3. Footnote ὑμῶν WH Treg NA28 ] +συστατικῶν RP
  4. Footnote ἀφʼ ἑαυτῶν ἱκανοί ἐσμεν WH Treg NA28 ] ἱκανοί ἐσμεν ἀφʼ ἑαυτῶν RP
  5. Footnote αὑτῶν WH ] αὐτῶν Treg; ἑαυτῶν NA28 RP
  6. Footnote γράμμασιν WH NA28 RP ] γράμματι Treg
  7. Footnote ἐντετυπωμένη WH Treg NA28 ] + ἐν RP
  8. Footnote τῇ διακονίᾳ Treg NA28 ] ἡ διακονία WH RP
  9. Footnote δικαιοσύνης WH Treg NA28 ] + ἐν RP
  10. Footnote εἵνεκεν WH Treg NA28 ] ἕνεκεν RP
  11. Footnote αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP
  12. Footnote ἡμέρας WH Treg NA28 ] – RP
  13. Footnote ὅτι WH Treg NA28 ] ὅ τι RP
  14. Footnote ἂν ἀναγινώσκηται WH Treg NA28 ] ἀναγινώσκεται RP
  15. Footnote δὲ ἐὰν WH NA28 ] δὲ ἂν Treg RP
  16. Footnote κυρίου WH Treg NA28 ] + ἐκεῖ RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.