Η Καινή Διαθήκη
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 12
Καυχᾶσθαι ⸀δεῖ1 οὐ ⸂συμφέρον μέν2, ἐλεύσομαι ⸀δὲ3 εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου. οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων— εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν— ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον— εἴτε ἐν σώματι εἴτε ⸀χωρὶς4 τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν— ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ⸀ἀσθενείαις5 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τι6 εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει ⸀τι ἐξ ἐμοῦ, καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. ⸀διὸ7 ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος ⸀Σατανᾶ8 ἵνα με κολαφίζῃ, ⸂ἵνα μὴ ὑπεραίρωμαι9. ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπʼ ἐμοῦ· καὶ εἴρηκέν μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ ⸀δύναμις10 ἐν ἀσθενείᾳ ⸀τελεῖται11 ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις ⸀μου12 ἵνα ἐπισκηνώσῃ ἐπʼ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς ⸀καὶ13 στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
Γέγονα ⸀ἄφρων14 ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφʼ ὑμῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι· τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ⸀ὑπομονῇ15 σημείοις ⸀τε16 καὶ τέρασιν καὶ δυνάμεσιν. τί γάρ ἐστιν ὃ ⸀ἡσσώθητε17 ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
Ἰδοὺ τρίτον ⸀τοῦτο18 ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ ⸀καταναρκήσω19 οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις. ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. ⸀εἰ20 περισσοτέρως ὑμᾶς ⸀ἀγαπῶν21 ἧσσον ἀγαπῶμαι; ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, διʼ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
⸀Πάλαι22 δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; ⸀κατέναντι23 θεοῦ ἐν Χριστῷ λαλοῦμεν. τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς, φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως ⸀ἔρις24 ⸀ζῆλος25 θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· μὴ πάλιν ⸂ἐλθόντος μου26 ⸀ταπεινώσῃ27 ⸀με28 ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
Source notes (28)
- Footnote δεῖ WH Treg NA28 ] δὴ RP
- Footnote συμφέρον μέν WH Treg NA28 ] συμφέρει μοι RP
- Footnote δὲ WH Treg NA28 ] γὰρ RP
- Footnote χωρὶς WH Treg NA28 ] ἐκτὸς RP
- Footnote ἀσθενείαις WH Treg NA28 ] + μου RP
- Footnote τι NA28 RP ] – WH Treg
- Footnote διὸ WH Treg NA28 ] – RP
- Footnote Σατανᾶ WH Treg NA28 ] Σατᾶν RP
- Footnote ἵνα μὴ ὑπεραίρωμαι WH NA28 RP ] – Treg
- Footnote δύναμις WH Treg NA28 ] + μου RP
- Footnote τελεῖται WH Treg NA28 ] τελειοῦται RP
- Footnote μου Treg NA28 RP ] – WH
- Footnote καὶ WH NA28 ] ἐν Treg RP
- Footnote ἄφρων WH Treg NA28 ] + καυχώμενος RP
- Footnote ὑπομονῇ WH Treg NA28 ] + ἐν RP
- Footnote τε WH NA28 ] – Treg RP
- Footnote ἡσσώθητε WH Treg NA28 ] ἡττήθητε RP
- Footnote τοῦτο WH Treg NA28 ] – RP
- Footnote καταναρκήσω WH Treg NA28 ] + ὑμῶν RP
- Footnote εἰ WH Treg NA28 ] + καὶ RP
- Footnote ἀγαπῶν Treg NA28 RP ] ἀγαπῶ WH
- Footnote Πάλαι WH Treg NA28 ] Πάλιν RP
- Footnote κατέναντι WH Treg NA28 ] Κατενώπιον τοῦ RP
- Footnote ἔρις WH NA28 ] ἔρεις Treg RP
- Footnote ζῆλος WH Treg NA28 ] ζῆλοι RP
- Footnote ἐλθόντος μου WH Treg NA28 ] ἐλθόντα με RP
- Footnote ταπεινώσῃ WH NA28 ] ταπεινώσει Treg RP
- Footnote με WH Treg NA28 ] – RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.