Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 7

Περὶ δὲ ὧν ⸀ἐγράψατε1 καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ⸀ὀφειλὴν2 ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή. μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα ⸀σχολάσητε3 ⸀τῇ4 προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ⸀ἦτε5 ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατʼ ἐπιταγήν. θέλω ⸀δὲ6 πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον ⸂ἔχει χάρισμα7 ἐκ θεοῦ, ⸀ὁ8 μὲν οὕτως, ⸁ὁ9 δὲ οὕτως.

Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν ⸀αὐτοῖς10 ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν ⸀γαμῆσαι11 ἢ πυροῦσθαι.

Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι— ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω— καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.

Τοῖς δὲ λοιποῖς ⸂λέγω ἐγώ12, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετʼ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· καὶ γυνὴ ⸂εἴ τις13 ἔχει ἄνδρα ἄπιστον, καὶ ⸀οὗτος14 συνευδοκεῖ οἰκεῖν μετʼ αὐτῆς, μὴ ἀφιέτω ⸂τὸν ἄνδρα15. ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ⸀ἀδελφῷ16 ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν. εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκεν ⸀ἡμᾶς17 ὁ θεός. τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;

Εἰ μὴ ἑκάστῳ ὡς ⸀ἐμέρισεν18 ὁ ⸀κύριος19 ἕκαστον ὡς κέκληκεν ὁ ⸀θεός20 οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ ⸂κέκληταί τις21 ; μὴ περιτεμνέσθω. ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω.

Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλʼ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ⸀ὁμοίως22 ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.

Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα· ἐὰν δὲ καὶ ⸀γαμήσῃς23 οὐχ ἥμαρτες. καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ⸂ἐστίν· τὸ λοιπὸν⸃ ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν,24 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι ⸂τὸν κόσμον25 ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.

Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ⸀ἀρέσῃ26 τῷ κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ⸀ἀρέσῃ27 τῇ γυναικί, ⸀καὶ28 μεμέρισται. καὶ ἡ γυνὴ ⸂ἡ ἄγαμος29 καὶ ἡ ⸀παρθένος30 μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ ⸀τῷ31 σώματι καὶ ⸁τῷ32 πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ⸀ἀρέσῃ33 τῷ ἀνδρί. τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν ⸀σύμφορον34 λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ ⸀εὐπάρεδρον35 τῷ κυρίῳ ἀπερισπάστως.

Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. ὃς δὲ ἕστηκεν ⸂ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος36 μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ⸂ἰδίᾳ καρδίᾳ37, ⸀τηρεῖν38 τὴν ἑαυτοῦ παρθένον, καλῶς ⸀ποιήσει39 ὥστε καὶ ὁ ⸀γαμίζων40 ⸂τὴν παρθένον ἑαυτοῦ41 καλῶς ποιεῖ, ⸂καὶ ὁ 42 μὴ ⸁γαμίζων43 κρεῖσσον ⸀ποιήσει44

Γυνὴ ⸀δέδεται45 ἐφʼ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν ⸀δὲ46 κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ· μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, δοκῶ ⸀δὲ47 κἀγὼ πνεῦμα θεοῦ ἔχειν.

Source notes (47)
  1. Footnote ἐγράψατε WH NA28 ] + μοι Treg RP
  2. Footnote ὀφειλὴν WH Treg NA28 ] ὀφειλομένην εὔνοιαν RP
  3. Footnote σχολάσητε WH Treg NA28 ] σχολάζητε RP
  4. Footnote τῇ WH Treg NA28 ] + νηστείᾳ καὶ τῇ RP
  5. Footnote ἦτε WH Treg NA28 ] συνέρχησθε RP
  6. Footnote δὲ WH Treg NA28 ] γὰρ RP
  7. Footnote ἔχει χάρισμα WH Treg NA28 ] χάρισμα ἔχει RP
  8. Footnote ⸀ὁ WH Treg NA28 ] ὃς RP
  9. Footnote ⸁ὁ WH Treg NA28 ] ὃς RP
  10. Footnote αὐτοῖς WH Treg NA28 ] + ἐστιν RP
  11. Footnote γαμῆσαι Treg NA28 RP ] γαμεῖν WH
  12. Footnote λέγω ἐγώ WH Treg NA28 ] ἐγώ λέγω RP
  13. Footnote εἴ τις NA28 ] ἥτις WH Treg RP
  14. Footnote οὗτος WH Treg NA28 ] αὑτὸς RP
  15. Footnote τὸν ἄνδρα WH Treg NA28 ] αὐτόν RP
  16. Footnote ἀδελφῷ WH Treg NA28 ] ἀνδρί RP
  17. Footnote ἡμᾶς Treg NIV RP ] ὑμᾶς WH NA28
  18. Footnote ἐμέρισεν NA28 RP ] μεμέρικεν WH Treg
  19. Footnote κύριος WH Treg NA28 ] θεός RP
  20. Footnote θεός WH Treg NA28 ] κύριος RP
  21. Footnote κέκληταί τις WH Treg NA28 ] τις ἐκλήθη RP
  22. Footnote ὁμοίως WH Treg NA28 ] + καὶ RP
  23. Footnote γαμήσῃς WH Treg NA28 ] γήμῃς RP
  24. Footnote ἐστίν τὸ λοιπὸν WH Treg NA28 ] τὸ λοιπὸν ἐστίν RP
  25. Footnote τὸν κόσμον WH Treg NA28 ] τῷ κόσμῳ τούτῳ RP
  26. Footnote ἀρέσῃ WH Treg NA28 ] ἀρέσει RP
  27. Footnote ἀρέσῃ WH Treg NA28 ] ἀρέσει RP
  28. Footnote καὶ WH Treg NA28 ] – RP
  29. Footnote ἡ ἄγαμος WH Treg NA28 ] – RP
  30. Footnote παρθένος WH Treg NA28 ] + Ἡ ἄγαμος RP
  31. Footnote ⸀τῷ WH Treg NA28 ] – RP
  32. Footnote ⸁τῷ WH Treg NA28 ] – RP
  33. Footnote ἀρέσῃ WH Treg NA28 ] ἀρέσει RP
  34. Footnote σύμφορον WH Treg NA28 ] συμφέρον RP
  35. Footnote εὐπάρεδρον WH Treg NA28 ] εὐπρόσεδρον RP
  36. Footnote ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος WH Treg NA28 ] ἑδραῖος ἐν τῇ καρδίᾳ RP
  37. Footnote ἰδίᾳ καρδίᾳ WH Treg NA28 ] καρδίᾳ αὐτοῦ RP
  38. Footnote τηρεῖν WH Treg NA28 ] τοῦ τηρεῖν RP
  39. Footnote ποιήσει WH Treg NA28 ] ποιεῖ RP
  40. Footnote ⸀γαμίζων WH Treg NA28 ] ἐκγαμίζων RP
  41. Footnote τὴν παρθένον ἑαυτοῦ Treg ] τὴν ἑαυτοῦ παρθένον WH NA28; – RP
  42. Footnote καὶ ὁ WH Treg NA28 ] ὁ δὲ RP
  43. Footnote ⸁γαμίζων WH Treg NA28 ] ἑκγαμίζων RP
  44. Footnote ποιήσει WH Treg NA28 ] ποιεῖ RP
  45. Footnote δέδεται WH Treg NA28 ] + νόμῳ RP
  46. Footnote δὲ WH Treg NA28 ] + καί RP
  47. Footnote δὲ Treg NA28 RP ] γὰρ WH

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.