μετάφραση των εβδομήκοντα
ΨΑΛΜΟΙ 132
Ὠδὴ τῶν ἀναβαθμῶν.
Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλʼ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπιτοαυτό; Ὡς μῦρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρὼν, τὸ καταβαῖνον ἐπὶ τὴν ὦαν τοῦ ἐνδύματος αὐτοῦ. Ὡς δρόσος Ἀερμῶν ὁ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.
μετάφραση των εβδομήκοντα. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-11-09.