Brenton Greek Text
ΨΑΛΜΟΙ 12
Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.
Ἕως πότε Κύριε ἐπιλήσῃ μου, εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ; Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπʼ ἐμέ; Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον· μή ποτε εἴποι ὁ ἐχθρός μου, ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθῶ.
Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα· ἀγαλλιάσεται ἡ καρδία μου ἐν τῷ σωτηρίῳ σου. Ἄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.
Brenton Greek Text. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.